previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[92] Κάρβων δὲ ἕτερα δύο τέλη στρατιωτῶν ἐς Πραινεστὸν ἄγειν ἔπεμπε Δαμάσιππον, ὑπερεπειγόμενος Μάριον ἐκλῦσαι τῆς πολιορκίας: ἀλλ᾽ οὐδ᾽ οὗτοι τὰ στενὰ διελθεῖν ἐδύναντο φυλασσόμενα ὑπὸ τοῦ Σύλλα. Γαλάται τε ὅσοι ἀπὸ Ῥαβέννης ἐπὶ τὰ Ἄλπεια παρήκουσιν, ἀθρόως ἐς Μέτελλον μετετίθεντο: καὶ Λεύκολλος ἑτέρους τῶν Καρβωνείων ἐνίκα περὶ Πλακεντίαν. ὧν Κάρβων πυνθανόμενος, τρισμυρίους ὅμως ἔτι ἔχων περὶ τὸ Κλούσιον καὶ δύο τέλη τὰ Δαμασίππου καὶ ἕτερα περὶ Καρρίναν καὶ Μάρκιον Σαυνιτῶν τε αὐτῷ χειρὶ πολλῇ προθύμως περὶ τὰ στενὰ κακοπαθούντων, ἀπογνοὺς ἁπάντων ἀσθενῶς ἔφευγε σὺν τοῖς φίλοις ἐς Λιβύην ἐξ Ἰταλίας ὕπατος ἔτι ὤν, ὡς Λιβύην παραστησόμενος ἀντὶ τῆς Ἰταλίας. τῶν δ᾽ ὑπολειφθέντων οἱ μὲν ἀμφὶ τὸ Κλούσιον Πομπηίῳ συνενεχθέντες ἐς μάχην ἀπέβαλον ἐς δισμυρίους, καὶ ὡς ἐπὶ συμφορᾷ μεγίστῃ καὶ τὸ λοιπὸν τοῦδε τοῦ στρατοῦ ἐς τὰς πατρίδας κατὰ μέρη διελύθη: Καρρίνας δὲ καὶ Μάρκιος καὶ Δαμάσιππος οἷς εἶχον ἅπασιν ἐπὶ τὰ στενὰ ἐχώρουν ὡς ὁμοῦ τοῖς Σαυνίταις βιασόμενοι πάντως αὐτὰ περᾶσαι. οὐ δυνηθέντες δὲ οὐδ᾽ ὥς, ἐφέροντο ἐς Ῥώμην ὡς ἔρημον ἀνδρῶν καὶ τροφῶν ἅμα καταληψόμενοι τὸ ἄστυ καὶ πρὸ σταδίων ἑκατὸν ἐστρατοπέδευον ἀμφὶ τὴν Ἀλβανῶν γῆν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: