previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[118] Τριέτης τε ἦν ἤδη καὶ φοβερὸς αὐτοῖς πόλεμος, γελώμενος ἐν ἀρχῇ καὶ καταφρονούμενος ὡς μονομάχων. προτεθείσης τε στρατηγῶν ἄλλων χειροτονίας ὄκνος ἐπεῖχεν ἅπαντας καὶ παρήγγελλεν οὐδείς, μέχρι Λικίνιος Κράσσος, γένει καὶ πλούτῳ Ῥωμαίων διαφανής, ἀνεδέξατο στρατηγήσειν καὶ τέλεσιν ἓξ ἄλλοις ἤλαυνεν ἐπὶ τὸν Σπάρτακον: ἀφικόμενος δὲ καὶ τὰ τῶν ὑπάτων δύο προσέλαβε. καὶ τῶνδε μὲν αὐτίκα διακληρώσας ὡς πολλάκις ἡττημένων ἐπὶ θανάτῳ μέρος δέκατον διέφθειρεν. οἱ δ᾽ οὐχ οὕτω νομίζουσιν, ἀλλὰ παντὶ τῷ στρατῷ συμβαλόντα καὶ τόνδε καὶ ἡττημένον, πάντων διακληρῶσαι τὸ δέκατον καὶ ἀνελεῖν ἐς τετρακισχιλίους, οὐδὲν διὰ τὸ πλῆθος ἐνδοιάσαντα. ὁποτέρως δ᾽ ἔπραξε, φοβερώτερος αὐτοῖς τῆς τῶν πολεμίων ἥττης φανεὶς αὐτίκα μυρίων Σπαρτακείων ἐφ᾽ ἑαυτῶν που στρατοπεδευόντων ἐκράτει καὶ δύο αὐτῶν μέρη κατακανὼν ἐπ᾽ αὐτὸν ἤλαυνε τὸν Σπάρτακον σὺν καταφρονήσει. νικήσας δὲ καὶ τόνδε λαμπρῶς ἐδίωκε φεύγοντα ἐπὶ τὴν θάλασσαν ὡς διαπλευσούμενον ἐς Σικελίαν καὶ καταλαβὼν ἀπετάφρευε καὶ ἀπετείχιζε καὶ ἀπεσταύρου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: