previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[47] καὶ τῶν αὐτῶν ἡμερῶν Ἀντώνιός τε περὶ τὴν Ἰλλυρίδα ἡττᾶτο ὑπὸ Ὀκταουίου κατὰ Δολοβέλλα Πομπηίῳ στρατηγοῦντος, καὶ στρατιὰ Καίσαρος ἄλλη περὶ Πλακεντίαν στασιάσασα τῶν ἀρχόντων κατεβόησεν, ὡς ἔν τε τῇ στρατείᾳ βραδύνοντες καὶ τὰς πέντε μνᾶς οὐ λαβόντες, ἥν τινα δωρεὰν αὐτοῖς Καῖσαρ ἔτι περὶ Βρεντέσιον ὑπέσχητο. ὧν Καῖσαρ πυθόμενος ἐκ Μασσαλίας ἐς Πλακεντίαν ἠπείγετο συντόμως καὶ ἐς ἔτι στασιάζοντας ἐπελθὼν ἔλεγεν ὧδε: ‘τάχει μὲν ὅσῳ περὶ ἕκαστα χρῶμαι, σύνιστέ μοι: βραδύνει δ᾽ πόλεμος οὐ δι᾽ ἡμᾶς, ἀλλὰ διὰ τοὺς πολεμίους ὑποφεύγοντας ἡμᾶς. ὑμεῖς δ᾽ ἔν τε Γαλατίᾳ πολλὰ τῆς ἐμῆς ἀρχῆς ὀνάμενοι καὶ ἐς τόνδε τὸν πόλεμον ὅλον, οὐκ ἐς μέρος αὐτοῦ μοι συνομόσαντες ἐν μέσοις ἔργοις ἡμᾶς ἀπολείπετε καὶ τοῖς ἄρχουσιν ἐπανίστασθε καὶ προστάττειν ἀξιοῦτε, παρ᾽ ὧν χρὴ προστάγματα λαμβάνειν. μαρτυράμενος οὖν ἐμαυτὸν τῆς ἐς ὑμᾶς μέχρι δεῦρο φιλοτιμίας χρήσομαι τῷ πατρίῳ νόμῳ καὶ τοῦ ἐνάτου τέλους, ἐπειδὴ μάλιστα τῆς στάσεως κατῆρξε, τὸ δέκατον διακληρώσω θανεῖν.’ θρήνου δὲ ἀθρόως ἐξ ἅπαντος τοῦ τέλους γενομένου, οἱ μὲν ἄρχοντες αὐτοῦ προσπεσόντες ἱκέτευον, δὲ Καῖσαρ μόλις τε καὶ κατ᾽ ὀλίγον ἐνδιδοὺς ἐς τοσοῦτον ὅμως ὑφῆκεν, ὡς ἑκατὸν καὶ εἴκοσι μόνους, οἳ κατάρξαι μάλιστα ἐδόκουν, διακληρῶσαι καὶ δυώδεκα αὐτῶν τοὺς λαχόντας ἀνελεῖν. τῶν δὲ δυώδεκα τῶνδε ἐφάνη τις οὐδ᾽ ἐπιδημῶν, ὅτε στάσις ἐγίγνετο: καὶ Καῖσαρ τὸν ἐμφήναντα λοχαγὸν ἔκτεινεν ἀντ᾽ αὐτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), PLACEN´TIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: