previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[56] τοιαῦτα δὲ ἑκατέρων κακοπαθούντων προύλαβεν ὅμως Πομπήιος τὸ Δυρράχιον καὶ παρ᾽ αὐτὸ ἐστρατοπέδευσεν. ναῦς τε ἐπιπέμψας Ὤρικον αὖθις εἷλε καὶ τὴν θάλασσαν ἀκριβεστέραις φρουραῖς ἐφύλασσεν. δὲ Καῖσαρ τοῦ Πομπηίου τὸν Ἄλωρα ποταμὸν ἐν μέσῳ θέμενος ἐστρατοπέδευσε. καὶ τὸν ποταμὸν διαβαίνοντες ἱππομάχουν ἀλλήλοις ἀνὰ μέρη, ἀθρόοις δὲ τοῖς στρατοῖς οὐ συνεπλέκοντο, Πομπήιος μὲν ἔτι γυμνάζων τοὺς νεοστρατεύτους, δὲ Καῖσαρ τοὺς ἐκ Βρεντεσίου περιμένων. νομίσας δ᾽ ἔαρος μὲν αὐτοὺς ἐπὶ ὁλκάδων διαπλέοντας οὐ λήσειν τὰς τοῦ Πομπηίου τριήρεις θαμινὰ ἐς φυλακὴν ἀναπλεούσας, χειμῶνος δ᾽ εἰ παραβάλλοιντο, ναυλοχούντων ἐς νήσους τῶν πολεμίων, λαθεῖν ἂν αὐτοὺς ἴσως καὶ βιάσασθαι μεγέθει τε νεῶν καὶ πνεύματι, μετεπέμπετο κατὰ σπουδήν. οὐκ ἀναγομένων δ᾽ ἐκείνων αὐτὸς ἔκρινεν ἐπὶ τὴν στρατιὰν διαπλεῦσαι λαθών, ὡς οὔ τινος αὐτὴν ἄλλου ῥᾳδίως ἐπαξομένου. καὶ τὸ βούλευμα ἐπικρύψας ἔπεμπε τρεῖς θεράποντας ἐπὶ τὸν ποταμὸν ἀπὸ δυώδεκα σταδίων ὄντα, οἳ κελήτιον ὀξὺ καὶ κυβερνήτην τὸν ἄριστον ὡς δή τινι πεμπομένῳ πρὸς Καίσαρος ἔμελλον ἑτοιμάσειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), CELOX
    • Dictionary of Greek and Roman Geography (1854), APSUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: