previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[53] τὴν στρατιὰν ἐπὶ τοῖσδε καταπλησσόμενος, ἵνα πρὸς μηθὲν αὐτῷ παρανομοῦντι κατοκνῇ, διεκλήρωσεν ἐς θάνατον, οὐ στασιάσαντας φυλακὴν τάξιν ἐν πολέμῳ λιπόντας, ἐφ᾽ ὧν μόνων στρατιωτικὸς νόμος τὴν οὕτως ὠμὴν ὥρισε τιμωρίαν, καὶ ὅμως αὐτῇ καὶ ἐπὶ τοῖσδε ὀλίγοι μόλις ἐν τοῖς πάνυ κινδύνοις ἐχρήσαντο ὑπ᾽ ἀνάγκης: δὲ φωνῆς γέλωτος ἦγεν ἐς θάνατον τοὺς πολίτας καὶ θάνατον οὐ τῶν ἐλεγχθέντων, ἀλλὰ τῶν διαλαχόντων. τοιγαροῦν οἱ μὲν δυνηθέντες ἀπέστησαν αὐτοῦ, καὶ ὑμεῖς αὐτοῖς ὡς εὖ πράξασι δωρεὰς χθὲς ἐψηφίσασθε: οἱ δὲ οὐ δυνηθέντες ἀποδρᾶναι δεδιότες συναδικοῦσι καὶ χωροῦσιν ἐπὶ χώραν ὑμετέραν πολέμιοι καὶ πολιορκοῦσι στρατὸν ὑμέτερον καὶ στρατηγὸν ὑμέτερον, γράφετε μὲν ὑμεῖς ἐμμένειν τῇ Κελτικῇ, Ἀντώνιος δ᾽ ἐξιέναι κελεύει. πότερον οὖν ἡμεῖς Ἀντώνιον ψηφιζόμεθα εἶναι πολέμιον, Ἀντώνιος ἡμᾶς ἤδη πολεμεῖ, καὶ δήμαρχος ἡμῶν ἔτι ἀγνοεῖ, μέχρι ἄρα Δέκμου πεσόντος τε χώρα τοσήδε οὖσα καὶ ὅμορος ἡμῖν καὶ ἐπὶ τῇ χώρᾳ Δέκμου στρατὸς ἐς τὰς καθ᾽ ἡμῶν ἐλπίδας Ἀντωνίῳ προσγένηται. τότε γὰρ αὐτόν, ὡς ἔοικεν, δήμαρχος ψηφιεῖται πολέμιον, ὅταν ἡμῶν γένηται δυνατώτερος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: