previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[15] ἔθνῃσκον δὲ οἱ μὲν ἀμυνόμενοι τοὺς ἀναιροῦντας, οἱ δ᾽ οὐκ ἀμυνόμενοι ὡς οὐχ ὑπὸ τῶνδε ἀδικούμενοι, εἰσὶ δ᾽ οἳ καὶ σφᾶς αὐτοῦς λιμῷ τε ἑκουσίῳ δαπανῶντες καὶ βρόχοις χρώμενοι καὶ τὰ σώματα καταποντοῦντες ῥιπτοῦντες ἀπὸ τῶν τεγῶν ἐς πῦρ ἐναλλόμενοι τοῖς σφαγεῦσιν ὑπίσχοντες καὶ μεταπεμπόμενοι βραδύνοντας, ἕτεροι δὲ κρυπτόμενοι καὶ λιπαροῦντες ἀπρεπῶς διωθούμενοι τὸ κακὸν ὠνούμενοι. οἱ δὲ καὶ παρὰ γνώμην τῶν τριῶν ἀνδρῶν, ὑπ᾽ ἀγνοίας κατ᾽ ἐπιβουλήν, ἀπώλλυντο. καὶ δῆλος ἦν μὴ προγραφεὶς νέκυς, ὅτε οἱ προσκέοιτο κεφαλή: τῶν γὰρ δὴ προγεγραμμένων ἐν ἀγορᾷ προυτίθεντο παρὰ τοῖς βήμασιν, ἔνθα ἔδει κομίσαντας ἀντιλαβεῖν τὰ ἀγαθά. ἴση δ᾽ ἦν ἑτέρων σπουδὴ καὶ ἀρετή, γυναικῶν τε καὶ παιδίων καὶ ἀδελφῶν καὶ θεραπόντων, περισῳζόντων τε καὶ συμμηχανωμένων πολλὰ καὶ συναποθνῃσκόντων, ὅτε μὴ τύχοιεν ὧν ἐπενόουν: οἱ δὲ καὶ ἐπανῄρουν σφᾶς ἀνῃρημένοις. τῶν δὲ ἐκφυγόντων οἱ μὲν ὑπὸ ναυαγίων ἀπώλλυντο, ἐς πάντα σφίσι τῆς τύχης ἐπιβαρούσης, οἱ δὲ ἐπανήχθησαν ἐκ παραλόγων ἐπί τε ἀρχὰς τῆς πόλεως καὶ στρατηγίας πολέμων καὶ θριάμβους. οὕτως καιρὸς ἦν ἐκεῖνος ἐπίδειξις παραδοξολογίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: