previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι ἀναγκαῖα τὰ λογικά.

ἐπειδὴ λόγος ἐστὶν διαρθρῶν καὶ ἐξεργαζόμενος τὰ λοιπά, ἔδει δ᾽ αὐτὸν μὴ ἀδιάρθρωτον εἶναι, ὑπὸ τίνος διαρθρωθῇ; [2] δῆλον γὰρ ὅτι ὑφ᾽ αὑτοῦ ὑπ᾽ ἄλλου. τοι λόγος ἐστὶν ἐκεῖνος ἄλλο τι κρεῖσσον ἔσται τοῦ λόγου, ὅπερ ἀδύνατον. [3] εἰ λόγος, ἐκεῖνον πάλιν τίς διαρθρώσει; εἰ γὰρ αὐτὸς ἑαυτόν, δύναται καὶ οὗτος. εἰ ἄλλου δεησόμεθα, ἄπειρον ἔσται τοῦτο καὶ ἀκατάληκτον. [4]εἰναί, ἀλλ᾽ ἐπείγει μᾶλλον θεραπεύεινκαὶ τὰ ὅμοια. θέλεις οὖν περὶ ἐκείνων ἀκούειν; ἄκουε. [5] ἀλλ᾽ ἄν μοι λέγῃς ὅτιοὐκ οἶδα πότερον ἀληθῶς ψευδῶς διαλέγῃ,’ κἄν τι κατ᾽ ἀμφίβολον φωνὴν εἴπω καὶ λέγῃς μοιδιάστιξον,’ οὐκ ἔτι ἀνέξομαί σου, ἀλλ᾽ ἐρῶ σοι: [6]ἀλλ᾽ ἐπείγει μᾶλλον.’ διὰ τοῦτο γὰρ οἶμαι προστάσσουσιν τὰ λογικά, καθάπερ τῆς μετρήσεως τοῦ σίτου προτάσσομεν τὴν τοῦ μέτρου ἐπίσκεψιν. [7] ἂν δὲ μὴ διαλάβωμεν πρῶτον τί ἐστι μόδιος μηδὲ διαλάβωμεν πρῶτον τί ἐστι ζυγός, πῶς ἔτι μετρῆσαί τι στῆσαι δυνησόμεθα; [8] ἐνταῦθα οὖν τὸ τῶν ἄλλων κριτήριον καὶ δι᾽ οὗ τἆλλα καταμανθάνεται μὴ καταμεμαθηκότες μηδ᾽ ἠκριβωκότες δυνησόμεθά τι τῶν ἄλλων ἀκριβῶσαι καὶ καταμαθεῖν; [9] καὶ πῶς οἷόν τε; ‘ναί: ἀλλ᾽ μόδιος ξύλον ἐστὶ καὶ ἄκαρπον.’ [10] ἀλλὰ μετρητικὸν σίτου. ‘καὶ τὰ λογικὰ ἄκαρπά ἐστι.’ καὶ περὶ τούτου μὲν ὀψόμεθα. εἰ δ᾽ οὖν καὶ τοῦτο δοίη τις, ἐκεῖνο ἀπαρκεῖ ὅτι τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι μετρητικὰ καὶ στατικά. [11] τίς λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης; [12] Ἀντισθένης δ᾽ οὐ λέγει; καὶ τίς ἐστιν γεγραφὼς ὅτιἀρχὴ παιδεύσεως τῶν ὀνομάτων ἐπίσκεψις;’ Σωκράτης δ᾽ οὐ λέγει; καὶ περὶ τίνος γράφει Ξενοφῶν, ὅτι ἤρχετο ἀπὸ τῆς τῶν ὀνομάτων ἐπισκέψεως, τί σημαίνει ἕκαστον; [13]

ἆρ᾽ οὖν τοῦτό ἐστι τὸ μέγα καὶ τὸ θαυμαστὸν νοῆσαι Χρύσιππον ἐξηγήσασθαι; καὶ τίς λέγει τοῦτο; τί οὖν τὸ θαυμαστόν ἐστιν; [14] νοῆσαι τὸ βούλημα τῆς φύσεως. τί οὖν; αὐτὸς διὰ σεαυτοῦ παρακολουθεῖς; καὶ τίνος ἔτι χρείαν ἔχεις; εἰ γὰρ ἀληθές ἐστι τὸ πάντας ἄκοντας ἁμαρτάνειν, σὺ δὲ καταμεμάθηκας τὴν ἀλήθειαν, ἀνάγκη σε ἤδη κατορθοῦν. [15] ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ βουλήματι τῆς φύσεως. τίς οὖν ἐξηγεῖται αὐτό; λέγουσιν ὅτι Χρύσιππος. [16] ἔρχομαι καὶ ἐπιζητῶ τί λέγει οὗτος ἐξηγητὴς τῆς φύσεως. ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν ἐξηγούμενον. ‘ἴδε ἐπίσκεψαι, πῶς τοῦτο λέγεται, καθάπερ εἰ Ῥωμαϊστί.’ [17] ποία οὖν ἐνθάδ᾽ ὀφρὺς τοῦ ἐξηγουμένου; οὐδ᾽ αὐτοῦ Χρυσίππου δικαίως, εἰ μόνον ἐξηγεῖται τὸ βούλημα τῆς φύσεως, αὐτὸς δ᾽ οὐκ ἀκολουθεῖ: πόσῳ πλέον τοῦ ἐκεῖνον ἐξηγουμένου; [18] οὐδὲ γὰρ Χρυσίππου χρείαν ἔχομεν δι᾽ αὐτόν, ἀλλ᾽ ἵνα παρακολουθήσωμεν τῇ φύσει. οὐδὲ γὰρ τοῦ θύτου δι᾽ αὐτόν, ἀλλ᾽ ὅτι δι᾽ ἐκείνου κατανοήσειν οἰόμεθα τὰ μέλλοντα καὶ σημαινόμενα ὑπὸ τῶν θεῶν, οὐδὲ τῶν σπλάγχνων δι᾽ αὐτά, [19] ἀλλ᾽ ὅτι δι᾽ ἐκείνων σημαίνεται, οὐδὲ τὸν κόρακα θαυμάζομεν τὴν κορώνην, ἀλλὰ τὸν θεὸν σημαίνοντα διὰ τούτων. [20]

ἔρχομαι τοίνυν ἐπὶ τὸν ἐξηγητὴν τοῦτον καὶ θύτην καὶ λέγω ὅτιἐπίσκεψαί μοι τὰ σπλάγχνα, τί μοι σημαίνεται.’ [21] λαβὼν καὶ ἀναπτύξας ἐκεῖνος ἐξηγεῖται ὅτιἄνθρωπε, προαίρεσιν ἔχεις ἀκώλυτον φύσει καὶ ἀνανάγκαστον. τοῦτο ἐνταῦθα ἐν τοῖς σπλάγχνοις γέγραπται. [22] δείξω σοι αὐτὸ πρῶτον ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου. μή τίς σε κωλῦσαι δύναται ἐπινεῦσαι ἀληθεῖ; οὐδὲ εἷς. μή τίς σε ἀναγκάσαι δύναται παραδέξασθαι τὸ ψεῦδος; [23] οὐδὲ εἷς. ὁρᾷς ὅτι ἐν τούτῳ τῷ τόπῳ τὸ προαιρετικὸν ἔχεις ἀκώλυτον ἀνανάγκαστον ἀπαραπόδιστον; [24] ἄγε ἐπὶ δὲ τοῦ ὀρεκτικοῦ καὶ ὁρμητικοῦ ἄλλως ἔχει; καὶ τίς ὁρμὴν νικῆσαι δύναται ἄλλη ὁρμή; τίς δ᾽ ὄρεξιν καὶ ἔκκλισιν ἄλλη ὄρεξις καὶ ἔκκλισις;’ [25]ἄν μοι,’ φησί, ‘προσάγῃ θανάτου φόβον, ἀναγκάζει με.’ ‘οὐ τὸ προσαγόμενον, ἀλλ᾽ ὅτι δοκεῖ σοι κρεῖττον εἶναι ποιῆσαί τι τούτων ἀποθανεῖν. [26] πάλιν οὖν τὸ σὸν δόγμα σε ἠνάγκασεν, τοῦτ᾽ ἔστι προαίρεσιν προαίρεσις. [27] εἰ γὰρ τὸ ἴδιον μέρος, ἡμῖν ἔδωκεν ἀποσπάσας θεός, ὑπ᾽ αὐτοῦ ὑπ᾽ ἄλλου τινὸς κωλυτὸν ἀναγκαστὸν κατεσκευάκει, οὐκέτι ἂν ἦν θεὸς οὐδ᾽ ἐπεμελεῖτο ἡμῶν ὃν δεῖ τρόπον. [28] ταῦτα εὑρίσκω,’ φησίν, ‘ἐν τοῖς ἱεροῖς. ταῦτά σοι σημαίνεται. ἐὰν θέλῃς, ἐλεύθερος εἶ: ἐὰν θέλῃς, μέμψῃ οὐδένα, ἐγκαλέσεις οὐδενί, πάντα κατὰ γνώμην ἔσται ἅμα τὴν σὴν καὶ τὴν τοῦ θεοῦ.’ [29] διὰ ταύτην τὴν μαντείαν ἔρχομαι ἐπὶ τὸν θύτην τοῦτον καὶ τὸν φιλόσοφον, οὐκ αὐτὸν θαυμάσας ἕνεκά γε τῆς ἐξηγήσεως, ἀλλὰ ἐκεῖνα ἐξηγεῖται.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: