Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[112]
ὁ δ᾽ αὐτός τε καὶ τῶν Τρώων τὸ
πλῆθος ἐκάθευδεν, ὡς εἰκὸς ἦν κεκοπωμένους καὶ μηδὲν προσδεχομένους
κακόν, ἔτι δὲ παντελοῦς εὐπραγίας οὔσης. ἐν τούτῳ δὴ
Ἀγαμέμνων μετὰ Νέστορος καὶ Ὀδυσσέως καὶ Διομήδους βουλευσάμενος
[p. 144]
σιωπῇ καθείλκυσαν τῶν νεῶν τὰς πολλάς, ὁρῶντες ὅτι
καὶ τῇ προτεραίᾳ μικροῦ διεφθάρησαν, ὡς μηδὲ φυγὴν ἔτι εἶναι,
καὶ μέρος οὐκ ὀλίγον ἦν ἐμπεπρησμένον αὐτῶν, ἀλλ᾽ οὐ μία ναῦς
ἡ Πρωτεσιλάου: ταῦτα δὲ ποιήσαντες ἀπέπλευσαν εἰς τὴν Χερρόνησον,
τῶν αἰχμαλώτων πολλὰ καταλιπόντες καὶ τῶν ἄλλων οὐκ
ὀλίγα κτημάτων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.