Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[113]
ἅμα δὲ τῆ ἡμέρᾳ φανεροῦ γενομένου τοῦ πράγματος,
ὁ μὲν Ἕκτωρ ἠγανάκτει καὶ βαρέως ἔφερε καὶ τὸν Ἀλέξανδρον
ἐλοιδόρει: τοὺς γὰρ πολεμίους αὐτὸν ἐκ τῶν χειρῶν ἀφεῖναι:
τὰς δὲ σκηνὰς ἐνέπρησαν οἱ Τρῶες καὶ διήρπαζον τὰ καταλειφθέντα.
τοῖς δὲ Ἀχαιοῖς ἐν τῷ ἀσφαλεῖ βουλευομένοις: οὐ γὰρ εἶχον οἱ
περὶ τὸν Ἕκτορα ναυτικὸν ἕτοιμον, ὥστε διαβαίνειν ἐπ᾽ αὐτούς:
ἐδόκει μὲν ἀπιέναι πᾶσι, πολλοῦ πλήθους ἀπολωλότος καὶ τῶν
ἀρίστων ἀνδρῶν: κίνδυνος δὲ ἦν μὴ ναῦς ποιησάμενοι παραχρῆμα
ἐπιπλεύσωσιν ἐπὶ τὴν Ἑλλάδα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.