Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[119]
μετὰ δὲ ταῦτα ὁ μὲν Ἕκτωρ
ἀντέλεγε: πολὺ γὰρ εἶναι κρείττους καὶ τὸ ἐπιτείχισμα ἔφη κατὰ
κράτος αἱρήσειν: μάλιστα δὲ ἐχαλέπαινε τῇ Ἀλεξάνδρου τελευτῇ.
δεομένου δὲ τοῦ πατρὸς καὶ τὸ γῆρας τὸ αὑτοῦ λέγοντος καὶ τῶν
παίδων τὸν θάνατον, τοῦ τε ἄλλου πλήθους ἀπηλλάχθαι βουλομένου,
τὰς μὲν διαλύσεις συνεχώρησεν: ἠξίου δὲ τοὺς Ἀχαιοὺς τά τε
χρήματα διαλῦσαι τὰ δαπανηθέντα εἰς τὸν πόλεμον καὶ δίκην τινὰ
ὑποσχεῖν, ὅτι μηθὲν ἀδικηθέντες ἐστρατεύσαντο, καὶ τήν τε χώραν
διέφθειραν πολλοῖς ἔτεσι καὶ ἄνδρας ἀγαθοὺς ἄλλους τε καὶ Ἀλέξανδρον,
οὐδὲν ὑπ᾽ αὐτοῦ παθόντες, ἀλλ᾽ ὅτι κρείττων ἐνομίσθη
[p. 146]
κατὰ μνηστείαν καὶ γυναῖκα ἔλαβεν ἐκ τῆς Ἑλλάδος τῶν κυρίων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.