Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[122]
ἑαυτῶν δὲ γίγνεσθαι μαρτύριον ὡς ἡττημένων. παρεκάλει δὲ καὶ
τὴν Ἑλένην ὑπὲρ τῆς εἰρήνης συλλαμβάνειν. ἡ δὲ συνέπραττεπροθύμως: ἤχθετο γὰρ ὅτι δι᾽ αὐτὴν οἱ Τρῶες ἐδόκουν πολλὰ
κακὰ πάσχειν. καὶ ποιοῦνται τὰς διαλύσεις, καὶ σπονδαὶ γίγνονται
τοῖς Τρωσὶ καὶ τοῖς Ἀχαιοῖς: Ὅμηρος δὲ καὶ τοῦτο μετήνεγκεν
ἐπὶ τὸ ψεῦδος, εἰδὼς γενόμενον: ἀλλ᾽ ἔφη τοὺς Τρῶας συγχέαι
τὰς σπονδάς: ὤμοσάν τε ἀλλήλοις ὅ τε Ἕκτωρ καὶ Ἀγαμέμνων καὶτῶν ἄλλων οἱ δυνατοὶ μήτε τοὺς Ἕλληνάς ποτε στρατεύσειν εἰς
τὴν Ἀσίαν, ἕως ἂν ἄρχῃ τὸ Πριάμου γένος, μήτε τοὺς Πριαμίδας
εἰς Πελοπόννησον ἢ Βοιωτίαν ἢ Κρήτην ἢ Ἰθάκην ἢ Φθίαν ἢ
Εὔβοιαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.