Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὥσπερ οἶμαι καὶ τοῖς νοσοῦσι τὰ ὄμματα τὸ μὲν φῶς ἀνιαρὸν
ὁρᾶν, τὸ δὲ σκότος ἄλυπον καὶ φίλον, οὐκ ἐῶν βλέπειν. ἢ πῶς
ἂν ἴσχυε τὰ ψεύδη πολλάκις πλέον τῶν ἀληθῶν, εἰ μὴ δι᾽ ἡδονὴν
ἐνίκα; χαλεποῦ δέ, ὡς ἔφην, ὄντος τοῦ διδάσκειν, τῷ παντὶ
χαλεπώτερον τὸ μεταδιδάσκειν, ἄλλως τε ὅταν πολύν τινες χρόνον
ὦσι τὰ ψευδῆ ἀκηκοότες καὶ μὴ μόνον αὐτοὶ ἐξηπατημένοι, ἀλλὰ
καὶ οἱ πατέρες αὐτῶν καὶ οἱ πάπποι καὶ σχεδὸν πάντες οἱ πρότερον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.