Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[69]
ὕστερον δὲ πολεμουμένους
καὶ τοσαῦτα κακὰ πάσχοντας μὴ θέλειν ἐκδοῦναι μήτε
ζῶντος Ἀλεξάνδρου μήτε ἀποθανόντος, οὐδεμίαν ἐλπίδα ἔχοντας
τῆς σωτηρίας: τὴν δὲ Ἑλένην ἐρασθῆναι μὲν ξένου ἀνδρός, ᾧ τὴν
ἀρχὴν οὐκ εἰκὸς αὐτὴν ἐν ὁμιλίᾳ γενέσθαι, καταλιποῦσαν δὲ τὴν
πατρίδα καὶ τοὺς οἰκείους καὶ τὸν ἄνδρα μετ᾽ αἰσχύνης ἐλθεῖν
εἰς ἀνθρώπους μισοῦντας: πάντα ταῦτα δὲ γιγνόμενα μηδένα
κωλῦσαι, καὶ μήτε ἐξιοῦσαν αὐτήν, καὶ ταῦτα πεζῇ, ἕως θαλάττης
μήτε ἀποπλεύσασαν διῶξαι, συνάρασθαι δὲ τοῦ στόλου τὴν Θησέως
μητέρα πρεσβυτέραν καὶ δῆλον ὅτι μισοῦσαν τὴν Ἑλένην:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.