Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[134]
μήτ᾽ οὖν βαρβαρικὰ σώματα μήτε Ἑλλήνων πρότερον μὲν οὐ πάνυ,
τὰ νῦν δὲ ἀφθόνῳ τε καὶ πολλῇ δουλείᾳ κεχρημένων, ἐπὶ τὴν τοιαύτην
λώβην καὶ ἀνάγκην ἄγοντας, ἱπποφορβῶν καὶ ὀνοφορβῶν
πολὺ κάκιον καὶ ἀκαθαρτότερον ἔργον ἐργαζομένους, οὐ κτήνεσι
κτήνη δίχα βίας ἑκόντα ἑκοῦσιν ἐπιβάλλοντας οὐδὲν αἰσχυνομένοις,
ἀλλὰ ἀνθρώποις αἰσχυνομένοις καὶ ἄκουσιν οἰστρῶντας καὶ ἀκολάστους
ἀνθρώπους ἐπ᾽ ἀτελεῖ καὶ ἀκάρπῳ συμπλοκῇ σωμάτων
φθορὰν μᾶλλον ἢ γένεσιν ἀποτελούσῃ, οὐκ αἰσχυνομένους οὐδένα
ἀνθρώπων ἢ θεῶν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.