previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀπολλωνίῳ τοίνυν πατρὶς μὲν ἦν Τύανα πόλις Ἑλλὰς ἐν τῷ Καππαδοκῶν ἔθνει, πατὴρ δὲ ὁμώνυμος, γένος ἀρχαῖον καὶ τῶν οἰκιστῶν ἀνημμένον, πλοῦτος ὑπὲρ τοὺς ἐκεῖ, τὸ δὲ ἔθνος βαθύ. κυούσῃ δὲ αὐτὸν τῇ μητρὶ φάσμα ἦλθεν Αἰγυπτίου δαίμονος Πρωτεὺς παρὰ τῷ Ὁμήρῳ ἐξαλλάττων: δὲ οὐδὲν δείσασα ἤρετο αὐτόν, τί ἀποκυήσοι: δὲἐμέεἶπε. ‘σὺ δὲ τίς;’ εἰπούσηςΠρωτεὺςἔφη Αἰγύπτιος θεός’. ὅστις μὲν δὴ τὴν σοφίαν Πρωτεὺς ἐγένετο, τί ἂν ἐξηγοίμην τοῖς γε ἀκούουσι τῶν ποιητῶν, ὡς ποικίλος τε ἦν καὶ ἄλλοτε ἄλλος καὶ κρείττων τοῦ ἁλῶναι, γιγνώσκειν τε ὡς ἐδόκει καὶ προγιγνώσκειν πάντα; καὶ μεμνῆσθαι χρὴ τοῦ Πρωτέως, μάλιστα ἐπειδὰν προϊὼν λόγος δεικνύῃ τὸν [p. 5] ἄνδρα πλείω μὲν Πρωτεὺς προγνόντα, πολλῶν δὲ ἀπόρων τε καὶ ἀμηχάνων κρείττω γενόμενον ἐν αὐτῷ μάλιστα τῷ ἀπειλῆφθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: