Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολλὰ τοιαῦτα πρὸς τὸν βασιλέα εἰπὼν καὶ τυχὼν αὐτοῦ προθύμου πράττειν ἃ ξυνεβούλευεν, ἔτι καὶ τῆς πρὸς τοὺς μάγους ξυνουσίας ἱκανῶς ἔχων ‘ἄγε, ὦ Δάμι,’ ἔφη ‘ἐς Ἰνδοὺς ἴωμεν. οἱ μὲν γὰρ τοῖς Λωτοφάγοις προσπλεύσαντες ἀπήγοντο τῶν οἰκείων ἠθῶν ὑπὸ τοῦ βρώματος, ἡμεῖς δὲ μὴ γευόμενοί τινος τῶν ἐνταῦθα καθήμεθα πλείω χρόνον τοῦ εἰκότος τε καὶ ξυμμέτρου.’ ‘κἀμοὶ’ ἔφη ὁ Δάμις ‘ὑπερδοκεῖ ταῦτα: ἐπεὶ δὲ ἐνεθυμούμην τὸν χρόνον, ὃν ἐν τῇ λεαίνῃ διεσκέψω, περιέμενον ἀνυσθῆναι αὐτόν: οὔπω μὲν οὖν ἐξήκει πᾶς, ἐνιαυτὸς [p. 42] γὰρ ἡμῖν ἤδη καὶ μῆνες τέτταρες: εἰ δὲ ἤδη κομιζοίμεθα, εὖ ἂν ἔχοι;’ ‘οὐδὲ ἀνήσει ἡμᾶς,’ ἔφη ‘ὦ Δάμι, ὁ βασιλεὺς πρότερον ἢ τὸν ὄγδοον τελευτῆσαι μῆνα: χρηστὸν γάρ που ὁρᾷς αὐτὸν καὶ κρείττω ἢ βαρβάρων ἄρχειν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.