previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰόβας δέ, ὃς ἦρξέ ποτε τοῦ Λιβυκοῦ ἔθνους, φησὶ μὲν ξυμπεσεῖν ἀλλήλοις ἐπ᾽ ἐλεφάντων πάλαι Λιβυκοὺς ἱππέαςεἶναι δὲ τοῖς μὲν πύργον ἐς τοὺς ὀδόντας κεχαραγμένον, τοῖς δὲ οὐδέννυκτὸς δὲ ἐπιλαβούσης τὴν μάχην ἡττηθῆναι μὲν τοὺς ἐπισήμους φησί, φυγεῖν δὲ ἐς τὸν Ἄτλαντα τὸ ὄρος, αὐτὸς δὲ ἑλεῖν τετρακοσίων μήκει ἐτῶν ὕστερον τῶν διαφυγόντων ἕνα καὶ τοὐπίσημον εἶναι αὐτῷ κοῖλον καὶ οὔπω περιτετριμμένον ὑπὸ τοῦ χρόνου. οὗτος Ἰόβας τοὺς ὀδόντας κέρατα ἡγεῖται τῷ φύεσθαι μὲν αὐτοὺς ὅθεν περ οἱ κρόταφοι, παραθήγεσθαι δὲ μηδενὶ ἑτέρῳ, μένειν δ᾽ ὡς ἔφυσαν καὶ μή, ὅπερ οἱ ὀδόντες, ἐκπίπτειν εἶτ᾽ ἀναφύεσθαι: ἐγὼ δ᾽ οὐ προσδέχομαι τὸν λόγον: κέρατά τε γὰρ εἰ μὴ πάντα, τά γε τῶν ἐλάφων ἐκπίπτει καὶ ἀναφύεται, ὀδόντες δὲ οἱ μὲν τῶν ἀνθρώπων ἐκπεσοῦνται [p. 55] καὶ ἀναφύσονται πάντες, ζῴων δ᾽ ἂν οὐδενὶ ἑτέρῳ χαυλιόδους κυνόδους αὐτομάτως ἐκπέσοι, οὐδ᾽ ἂν ἐπανέλθοι ἐκπεσών, ὅπλου γὰρ ἕνεκα φύσις ἐμβιβάζει αὐτοὺς ἐς τὰς γένυς. καὶ ἄλλως τὰ κέρατα γραμμὴν ἀποτορνεύει κύκλῳ πρὸς τῇ ῥίζῃ κατ᾽ ἐνιαυτὸν ἕκαστον, ὡς αἶγές τε δηλοῦσι καὶ ποῖμναι καὶ βόες, ὀδοὺς δὲ λεῖος ἐκφύεται καὶ ἢν μὴ πηρώσῃ τι αὐτόν, τοιόσδε ἀεὶ μένει, μετέχει γὰρ τῆς λιθώδους ὕλης τε καὶ οὐσίας. καὶ μὴν καὶ τὸ κερασφορεῖν περὶ τὰ δίχηλα τῶν ζῴων μόνα ἕστηκε, τὸ δὲ ζῷον τοῦτο πεντώνυχον καὶ πολυσχιδὲς τὴν βάσιν, διὰ τὸ μὴ ἐσφίγχθαι χηλαῖς ὥσπερ ἐν ὑγρῷ ἕστηκε. καὶ τοῖς μὲν κερασφόροις ἅπασιν ὑποβάλλουσα φύσις ὀστᾶ σηραγγώδη περιφύει τὸ κέρας ἔξωθεν, τὸ δὲ τῶν ἐλεφάντων πλῆρες ἀποφαίνει καὶ ὅμοιον, ἀναπτύξαντι δὲ σύριγξ αὐτὸ λεπτὴ διέρπει μέσον, ὥσπερ τοὺς ὀδόντας. εἰσὶ δὲ οἱ μὲν τῶν ἑλείων ὀδόντες πελιδνοὶ καὶ μανοὶ μεταχειρίσασθαί τε ἄτοποι, πολλαχοῦ γὰρ αὐτῶν ὑποδεδύκασι σήραγγες, πολλαχοῦ δὲ ἀνεστᾶσι χάλαζαι μὴ ξυγχωροῦσαι τῇ τέχνῃ, οἱ δὲ τῶν ὀρείων μείους μὲν οὗτοι, λευκοὶ δὲ ἱκανῶς καὶ δύσεργον περὶ αὐτοὺς οὐδέν, ἄριστοι δὲ οἱ τῶν πεδινῶν ὀδόντες, μέγιστοί τε γὰρ καὶ λευκότατοι καὶ ἀναπτύξαι ἡδεῖς καὶ γίγνονται πᾶν τι θέλει χείρ. εἰ δὲ καὶ ἤθη ἐλεφάντων χρὴ ἀναγράφειν, τοὺς μὲν ἐκ τῶν ἑλῶν ἁλισκομένους ἀνοήτους ἡγοῦνται καὶ κούφους Ἰνδοί, τοὺς δὲ ἐκ τῶν ὀρῶν κακοήθεις τε καὶ ἐπιβουλευτὰς καὶ ἢν μὴ δέωνταί τινος, οὐ βεβαίους τοῖς ἀνθρώποις, οἱ πεδινοὶ δὲ χρηστοί τε εἶναι λέγονται καὶ εὐάγωγοι καὶ μιμήσεως ἐρασταί: γράφουσι γοῦν καὶ ὀρχοῦνται καὶ παρενσαλεύουσι πρὸς αὐλὸν καὶ πηδῶσιν ἀπὸ τῆς γῆς ἐκεῖνοι. [p. 56]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: