previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπανελθὼν οὖν προκεχωρηκυίας ἤδη τῆς ἡμέρας ἠρώτα περὶ ὧν ἐδίκασεν, δὲτήμερονἔφηοὐκ ἐδίκασα, τὰ γὰρ ἱερὰ οὐ ξυνεχώρει μοι.’ ὑπολαβὼν οὖν Ἀπολλώνιοςἐφ᾽ ἱεροῖς οὖνἔφηποιεῖσθε καὶ ταύτας, ὥσπερ τὰς ἐξόδους τε καὶ τὰς στρατείας;’ ‘νὴ Δί᾽εἶπεκαὶ γὰρ ἐνταῦθα κίνδυνος, εἰ δικάζων ἀπενεχθείη τοῦ εὐθέος.’ εὖ λέγειν τῷ Ἀπολλωνίῳ ἔδοξε, καὶ ἤρετο αὐτὸν πάλιν, τίς εἴη, ἣν δικάσοι δίκην, ‘ὁρῶ γὰρεἶπενἐφεστηκότα σε καὶ ἀποροῦντα, ὅπη ψηφίσαιο.’ ‘ὁμολογῶἔφηἀπορεῖν, ὅθεν ξύμβουλον ποιοῦμαί σε: ἀπέδοτο μὲν γάρ τις ἑτέρῳ γῆν, ἐν θησαυρὸς ἀπέκειτό τις οὔπω δῆλος, χρόνῳ δὲ ὕστερον γῆ ῥαγεῖσα χρυσοῦ τινα ἀνέδειξε θήκην, ἥν φησι μὲν ἑαυτῷ προσήκειν μᾶλλον τὴν γῆν ἀποδόμενος, καὶ γὰρ οὐδ᾽ [p. 81] ἂν ἀποδόσθαι τὴν γῆν, εἰ προὔμαθεν, ὅτι βίον ἐπ᾽ αὐτῇ ἔχοι, πριάμενος δὲ αὐτὸς ἀξιοῖ πεπᾶσθαι, ἐν τῇ λοιπὸν ἑαυτοῦ γῇ εὗρε: καὶ δίκαιος μὲν ἀμφοῖν λόγος, εὐήθης δ᾽ ἂν ἐγὼ φαινοίμην, εἰ κελεύσαιμι ἄμφω νείμασθαι τὸ χρυσίον, τουτὶ γὰρ ἂν καὶ γραῦς διαιτῴη.’ ὑπολαβὼν οὖν Ἀπολλώνιοςὡς μὲν οὐ φιλοσόφωἔφητὼ ἄνδρε, δηλοῖ τὸ περὶ χρυσίου διαφέρεσθαι σφᾶς, ἄριστα δ᾽ ἄν μοι δικάσαι δόξεις ὧδε ἐνθυμηθείς, ὡς οἱ θεοὶ πρῶτον μὲν ἐπιμέλειαν ποιοῦνται τῶν ξὺν ἀρετῇ φιλοσοφούντων, δεύτερον δὲ τῶν ἀναμαρτήτων τε καὶ μηδὲν πώποτε ἀδικεῖν δοξάντων. διδόασι δὲ τοῖς μὲν φιλοσοφοῦσι διαγιγνώσκειν εὖ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπεια, τοῖς δ᾽ ἄλλως χρηστοῖς βίον ἀποχρῶντα, ὡς μὴ χήτει ποτὲ τῶν ἀναγκαίων ἄδικοι γένωνται: δοκεῖ δή μοι, βασιλεῦ, καθάπερ ἐπὶ τρυτάνης ἀντικρῖναι τούτους καὶ τὸν ἀμφοῖν ἀναθεωρῆσαι βίον, οὐ γὰρ ἄν μοι δοκοῦσιν οἱ θεοὶ τὸν μὲν ἀφελέσθαι καὶ τὴν γῆν, εἰ μὴ φαῦλος ἦν, τῷ δ᾽ αὖ καὶ τὰ ὑπὸ τῇ γῇ δοῦναι, εἰ μὴ βελτίων ἦν τοῦ ἀποδομένου.’ ἀφίκοντο ἐς τὴν ὑστεραίαν δικασόμενοι ἄμφω, καὶ μὲν ἀποδόμενος ὑβριστής τε ἠλέγχετο καὶ θυσίας ἐκλελοιπώς. ἃς ἔδει τοῖς ἐν τῇ γῇ θεοῖς θύειν, δὲ ἐπιεικής τε ἐφαίνετο καὶ ὁσιώτατα θεραπεύων τοὺς θεούς. ἐκράτησεν οὖν τοῦ Ἀπολλωνίου γνώμη καὶ ἀπῆλθεν χρηστὸς ὡς παρὰ τῶν θεῶν ταῦτα ἔχων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: