Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παραμείψαντες δὲ τὸν Καύκασον τετραπήχεις ἀνθρώπους ἰδεῖν φασιν, οὓς ἤδη μελαίνεσθαι, καὶ πενταπήχεις δὲ ἑτέρους ὑπὲρ τὸν Ἰνδὸν ποταμὸν ἐλθόντες. ἐν δὲ τῇ μέχρι τοῦ ποταμοῦ τούτου ὁδοιπορίᾳ τάδε εὗρον ἀφηγήσεως ἄξια: ἐπορεύοντο μὲν γὰρ ἐν σελήνῃ λαμπρᾷ, φάσμα δὲ αὐτοῖς ἐμπούσης ἐνέπεσε τὸ δεῖνα γινομένη καὶ τὸ δεῖνα αὖ καὶ οὐδὲν εἶναι, ὁ δὲ Ἀπολλώνιος ξυνῆκεν, ὅ τι εἴη, καὶ αὐτός τε ἐλοιδορεῖτο τῇ ἐμπούσῃ, τοῖς τε ἀμφ᾽ οὑτὸν προσέταξε ταὐτὸ πράττειν, ταυτὶ γὰρ ἄκος εἶναι τῆς προσβολῆς ταύτης: καὶ τὸ φάσμα φυγῇ ᾤχετο τετριγός, ὥσπερ τὰ εἴδωλα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.