previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀναλαβὼν οὖν τὴν ἐρώτησινπερὶ ψυχῆς δὲεἶπεπῶς φρονεῖτε;’ ‘ὥς γεεἶπεΠυθαγόρας μὲν ὑμῖν, ἡμεῖς δὲ Αἰγυπτίοις παρεδώκαμεν.’ ‘εἴποις ἂν οὖν,’ ἔφηκαθάπερ Πυθαγόρας Εὔφορβον ἑαυτὸν ἀπέφηνεν, ὅτι καὶ σύ, πρὶν ἐς τοῦθ᾽ ἥκειν τὸ σῶμα, Τρώων τις Ἀχαιῶν ἦσθα δεῖνα;’ δὲ ἸνδὸςΤροία μὲν ἀπώλετοεἶπενὑπὸ τῶν πλευσάντων Ἀχαιῶν τότε, ὑμᾶς δὲ ἀπολωλέκασιν οἱ ἐπ᾽ αὐτῇ λόγοι: μόνους γὰρ ἄνδρας ἡγούμενοι τοὺς ἐς Τροίαν στρατεύσαντας ἀμελεῖτε πλειόνων τε καὶ θειοτέρων ἀνδρῶν, οὓς τε ὑμετέρα γῆ καὶ Αἰγυπτίων καὶ Ἰνδῶν ἤνεγκεν. ἐπεὶ τοίνυν ἤρου με περὶ τοῦ [p. 98] προτέρου σώματος, εἰπέ μοι, τίνα θαυμασιώτερον ἡγῇ τῶν ἐπὶ Τροίαν τε καὶ ὑπὲρ Τροίας ἐλθόντων;’ ‘ἐγὼἔφηἈχιλλέα τὸν Πηλέως τε καὶ Θέτιδος, οὗτος γὰρ δὴ κάλλιστός τε εἶναι τῷ Ὁμήρῳ ὕμνηται καὶ παρὰ πάντας τοὺς Ἀχαιοὺς μέγας ἔργα τε αὐτοῦ μεγάλα οἶδε. καὶ μεγάλων ἀξιοῖ τοὺς Αἴαντάς τε καὶ Νιρέας, οἳ μετ᾽ ἐκεῖνον καλοί τε αὐτῷ καὶ γενναῖοι ᾄδονται.’ ‘πρὸς τοῦτον,’ ἔφηἈπολλώνιε, καὶ τὸν πρόγονον θεώρει τὸν ἐμόν, μᾶλλον δὲ τὸ πρόγονον σῶμα, τουτὶ γὰρ καὶ Πυθαγόρας Ευφορβον ἡγεῖτο.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: