previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα τοῦ Ἀπολλωνίου λέγοντος ἐς δάκρυα ἀπήχθη βασιλεύς, καὶ φίλτατε,’ εἶπενοἵους ἄνδρας ἑρμηνεύεις μοι τοὺς Ἕλληνας εἶναι.’ ‘πόθεν [p. 110] οὖν, βασιλεῦ, χαλεπῶς πρὸς αὐτοὺς εἶχες;’ ‘διαβάλλουσιν,’ εἶπεν ξένε, τὸ Ἑλλήνων γένος οἱ ἐξ Αἰγύπτου φοιτῶντες ἐνταῦθα, σφᾶς μὲν αὐτοὺς ἱερούς τε καὶ σοφοὺς ἀποφαίνοντες καὶ νομοθέτας θυσιῶν τε καὶ τελετῶν, ὁπόσας νομίζουσιν οἱ Ἕλληνες, ἐκείνους δὲ οὐδὲν ὑγιὲς εἶναι φάσκοντες, ἀλλ᾽ ὑβριστάς τε καὶ ξυγκλύδας καὶ ἀναρχίαν πᾶσαν καὶ μυθολόγους καὶ τερατολόγους καὶ πένητας μέν, ἐνδεικνυμένους δὲ τοῦτο οὐχ ὡς σεμνόν, ἀλλ᾽ ὑπὲρ ξυγγνώμης τοῦ κλέπτειν, σοῦ δὲ ἀκούων ταῦτα καὶ ὅπως φιλότιμοί τε καὶ χρηστοί εἰσι, σπένδομαί τε λοιπὸν τοῖς Ἕλλησι καὶ δίδωμι αὐτοῖς ἐπαινεῖσθαί τε ὑπ᾽ ἐμοῦ καὶ εὔχεσθαί με ὑπὲρ Ἑλλήνων τι δύναμαι καὶ τοὺς Αἰγυπτίους ὑπ᾽ ἐμοῦ ἀπιστεῖσθαι.’ δὲ Ἰάρχαςκἀγώ,’ ἔφη βασιλεῦ, ἐγίγνωσκον, ὅτι σοι τὰ ὦτα διέφθορεν ὑπὸ τῶν Αἰγυπτίων τούτων, διῄειν δὲ ὑπὲρ Ἑλλήνων οὐδέν, ἔστ᾽ ἂν ξυμβόλου τοιούτου τύχῃς, ἀλλ᾽ ἐπεὶ βελτίων γέγονας ὑπ᾽ ἀνδρὸς σοφοῦ, νῦν μὲν ἡμῖν Ταντάλου φιλοτησία πινέσθω καὶ καθεύδωμεν δι᾽ χρὴ νύκτωρ σπουδάσαι, λόγων δὲ Ἑλληνικῶν, πλεῖστοι δ᾽ οὗτοι τῶν κατ᾽ ἀνθρώπους, ἐμπλήσω σε λοιπὸν ἐγὼ χαίροντα, ὁπότε ἀφίκοιο.’ καὶ ἅμα ἐξῆρχε τοῖς ξυμπόταις πρῶτος ἐς τὴν φιάλην κύπτων, δὲ ἐπότιζεν ἱκανῶς πάντας, τὸ γὰρ νᾶμα ἀφθόνως ἐπεδίδου, καθάπερ δὴ τοῖς πηγαίοις ἀναδιδομένοις, ἔπιέ τε καὶ Ἀπολλώνιος, ὑπὲρ γὰρ φιλότητος Ἰνδοῖς τὸ ποτὸν τοῦτο εὕρηται. ποιοῦνται δὲ αὐτοῦ οἰνοχόον Τάνταλον, ἐπειδὴ φιλικώτατος ἀνθρώπων ἔδοξεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: