previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πιόντας δὲ αὐτοὺς ἐδέξατο γῆ εὐναῖς, ἃς αὐτὴ ὑπεστόρνυ. ἐπεὶ δὲ νὺξ μέση ἐγένετο, πρῶτον μὲν ἀναστάντες τὴν ἀκτῖνα μετέωροι ὕμνησαν, ὥσπερ [p. 111] ἐν τῇ μεσημβρίᾳ, εἶτα τῷ βασιλεῖ ξυνεγένοντο, ὁπόσα ἐδεῖτο. παρατυχεῖν μὲν οὖν τὸν Ἀπολλώνιον οἷς ἐσπούδασεν βασιλεὺς οὔ φησιν Δάμις, οἴεσθαι δ᾽ αὐτὸν περὶ τῶν τῆς ἀρχῆς ἀπορρήτων τὴν ξυνουσίαν πεποιῆσθαι. θύσας οὖν ἅμα ἡμέρᾳ προσῆλθε τῷ Ἀπολλωνίῳ καὶ ἐκάλει ἐπὶ ξένια ἐς τὰ βασίλεια, ζηλωτὸν ἀποπέμψειν φάσκων ἐς Ἕλληνας, δὲ ἐπῄνει μὲν ταῦτα, οὐ μὴν ἐπιδώσειν γε ἑαυτὸν ἔφασκεν ἀνδρὶ μηδὲν ὁμοίῳ, καὶ ἄλλως πλείω χρόνον ἀποδημῶν τοῦ εἰκότος αἰσχύνεσθαι τοὺς οἴκοι φίλους ὑπερορᾶσθαι δοκοῦντας. ἀντιβολεῖν δὲ τοῦ βασιλέως φάσκοντος καὶ ἀνελευθέρως ἤδη προσκειμένουβασιλεὺςἔφηταπεινότερον αὑτοῦ περὶ ὧν αἰτεῖ διαλεγόμενος ἐπιβουλεύει.’ προσελθὼν οὖν Ἰάρχαςἀδικεῖς,’ εἶπεν βασιλεῦ, τὸν ἱερὸν οἶκον ἀπάγων ἐνθένδε ἄνδρα ἄκοντα, καὶ ἄλλως τῶν προγιγνωσκόντων οὗτος ὢν οἶδε τὴν ξυνουσίαν αὐτῷ τὴν πρὸς σὲ μὴ ἐπ᾽ ἀγαθῷ τῷ ἑαυτοῦ ἐσομένην, ἴσως δὲ οὐδ᾽ αὐτῷ σοι χρηστόν τι ἕξουσαν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: