previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μεταξὺ δὲ τῶν λόγων τούτων ἐφίσταται τοῖς σοφοῖς ἄγγελος Ἰνδοὺς ἄγων σωτηρίας δεομένους. καὶ παρῆγε γύναιον ἱκετεῦον ὑπὲρ παιδός, ὃν ἔφασκε μὲν ἑκκαίδεκα ἔτη γεγονέναι, δαιμονᾶν δὲ δύο ἔτη, τὸ δὲ ἦθος τοῦ δαίμονος εἴρωνα εἶναι καὶ ψεύστην. ἐρομένου δέ τινος τῶν σοφῶν, ὁπόθεν λέγοι ταῦτα, ‘τοῦ παιδὸς τούτουἔφητὴν ὄψιν εὐπρεπεστέρου ὄντος δαίμων ἐρᾷ καὶ οὐ ξυγχωρεῖ αὐτῷ νοῦν ἔχειν, οὐδὲ ἐς διδασκάλου βαδίσαι ἐᾷ τοξότου, οὐδὲ οἴκοι εἶναι, ἀλλ᾽ ἐς τὰ ἔρημα τῶν χωρίων ἐκτρέπει, καὶ οὐδὲ τὴν φωνὴν παῖς τὴν ἑαυτοῦ ἔχει, ἀλλὰ βαρὺ φθέγγεται καὶ κοῖλον, ὥσπερ οἱ ἄνδρες, βλέπει δὲ ἑτέροις ὀφθαλμοῖς μᾶλλον τοῖς ἑαυτοῦ. κἀγὼ μὲν ἐπὶ τούτοις κλάω τε καὶ ἐμαυτὴν δρύπτω καὶ νουθετῶ τὸν υἱόν, ὁπόσα εἰκός, δὲ οὐκ οἶδέ με. διανοουμένης δέ μου τὴν ἐνταῦθα ὁδόν, τουτὶ δὲ πέρυσι διενοήθην, ἐξηγόρευσεν δαίμων ἑαυτὸν ὑποκριτῇ χρώμενος τῷ παιδί, καὶ δῆτα ἔλεγεν εἶναι μὲν εἴδωλον ἀνδρός, ὃς πολέμῳ ποτὲ ἀπέθανεν, ἀποθανεῖν δὲ ἐρῶν τῆς ἑαυτοῦ γυναικός, ἐπεὶ δὲ γυνὴ περὶ τὴν εὐνὴν ὕβρισε τριταίου κειμένου γαμηθεῖσα ἑτέρῳ, μισῆσαι μὲν ἐκ τούτου τὸ γυναικῶν ἐρᾶν, μεταρρυῆναι δὲ ἐς τὸν παῖδα τοῦτον. ὑπισχνεῖτο δέ, εἰ μὴ διαβάλλοιμι αὐτὸν πρὸς ὑμᾶς, δώσειν τῷ παιδὶ πολλὰ ἐσθλὰ καὶ ἀγαθά. ἐγὼ μὲν δὴ [p. 115] ἔπαθόν τι πρὸς ταῦτα, δὲ διάγει με πολὺν ἤδη χρόνον καὶ τὸν ἐμὸν οἶκον ἔχει μόνος οὐδὲν μέτριον οὐδὲ ἀληθὲς φρονῶν.’ ἤρετο οὖν σοφὸς πάλιν, εἰ πλησίον εἴη παῖς, δὲ οὐκ ἔφη, πολλὰ μὲν γὰρ ὑπὲρ τοῦ ἀφικέσθαι αὐτὸν πρᾶξαι δ᾽ ἀπειλεῖ κρημνοὺς καὶ βάραθρα καὶ ἀποκτενεῖν μοι τὸν υἱόν, εἰ δικαζοίμην αὐτῷ δεῦρο.’ ‘θάρσει,’ ἔφη σοφόςοὐ γὰρ ἀποκτενεῖ αὐτὸν ἀναγνοὺς ταῦτακαί τινα ἐπιστολὴν ἀνασπάσας τοῦ κόλπου ἔδωκε τῇ γυναικί, ἐπέσταλτο δὲ ἄρα ἐπιστολὴ πρὸς τὸ εἴδωλον ξὺν ἀπειλῇ καὶ ἐκπλήξει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: