previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπὶ τούτοις μὲν δὴ ἐγέλασαν οἱ σοφοὶ πάντες, καταστάντος δὲ τοῦ γέλωτος ἐπανῆγεν Ἰάρχας ἐς τὸν περὶ τῆς μαντικῆς λόγον, καὶ πολλὰ μὲν αὐτὴν ἀγαθὰ ἔλεγε τοὺς ἀνθρώπους εἰργάσθαι, μέγιστον δὲ τὸ τῆς ἰατρικῆς δῶρον: οὐ γὰρ ἄν ποτε τοὺς σοφοὺς Ἀσκληπιάδας ἐς ἐπιστήμην τούτου παρελθεῖν, εἰ μὴ παῖς Ἀπόλλωνος Ἀσκληπιὸς γενόμενος καὶ κατὰ τὰς ἐκείνου φήμας τε καὶ μαντείας ξυνθεὶς τὰ πρόσφορα ταῖς νόσοις φάρμακα παισί τε ἑαυτοῦ παρέδωκε καὶ τοὺς ξυνόντας ἐδιδάξατο, τίνας μὲν δεῖ προσάγειν πόας ὑγροῖς ἕλκεσι, τίνας δὲ αὐχμηροῖς καὶ ξηροῖς ξυμμετρίας τε ποτίμων φαρμάκων, ὑφ᾽ ᾧν ὕδεροι ἀποχετεύονται καὶ αἷμα ἴσχεται φθόαι τε παύονται καὶ τὰ οὕτω κοῖλα. καὶ τὰ τῶν ἰοβόλων δὲ ἄκη καὶ τὸ τοῖς ἰοβόλοις αὐτοῖς ἐς πολλὰ τῶν νοσημάτων χρῆσθαι τίς ἀφαιρήσεται τὴν μαντικήν; οὐ γάρ μοι δοκοῦσιν ἄνευ τῆς προγιγνωσκούσης σοφίας θαρσῆσαί ποτε ἄνθρωποι τὰ πάντων ὀλεθριώτατα φαρμάκων ἐγκαταμῖξαι τοῖς σώζουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: