previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ εἶδον τὸν ἄνδρα ἐν Ἰωνίᾳ παρελθόντα ἐς τὴν Ἔφεσον, οὐδὲ οἱ βάναυσοι ἔτι πρὸς ταῖς ἑαυτῶν τέχναις ἦσαν, ἀλλ᾽ ἠκολούθουν μὲν σοφίας, δὲ εἴδους, δὲ διαίτης, δὲ σχήματος, οἱ δὲ πάντων ὁμοῦ θαυμασταὶ ὄντες, λόγοι τε περὶ αὐτοῦ ἐφοίτων οἱ μὲν ἐκ τοῦ Κολοφῶνι μαντείου κοινωνὸν τῆς ἑαυτοῦ σοφίας καὶ ἀτεχνῶς σοφὸν καὶ τὰ τοιαῦτα τὸν ἄνδρα ᾄδοντες, οἱ δὲ ἐκ Διδύμων, οἱ δὲ ἐκ τοῦ περὶ τὸ Πέργαμον ἱεροῦ, πολλοὺς γὰρ τῶν ὑγιείας δεομένων θεὸς ἐκέλευσε προσφοιτᾶν τῷ Ἀπολλωνίῳ, τουτὶ γὰρ αὐτός τε βούλεσθαι καὶ δοκεῖν ταῖς Μοίραις. ἐφοίτων καὶ πρεσβεῖαι πρὸς αὐτὸν ἐκ τῶν πόλεων ξένον τε αὐτὸν ἡγούμενοι καὶ βίου ξύμβουλον βωμῶν τε ἱδρύσεως καὶ ἀγαλμάτων, δὲ ἕκαστα τούτων τὰ μὲν ἐπιστέλλων, τὰ δὲ ἀφιξεσθαι φάσκων διωρθοῦτο. πρεσβευσαμένης δὲ καὶ τῆς Σμύρνης καὶ τι μὲν δέοιτο οὐκ εἰπούσης, ἐκλιπαρούσης δὲ ἀφικέσθαι, ἤρετο τὸν πρεσβευτήν, τι αὐτοῦ δέοιντο, δὲἰδεῖνἔφηκαὶ ὀφθῆναι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: