previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἰδὼν δὲ ἐς τὸ ἕδος τὸ ἐν Ὀλυμπίᾳχαῖρε,’ εἶπενἀγαθὲ Ζεῦ, σὺ γὰρ οὕτω τι ἀγαθός, ὡς καὶ σαυτοῦ κοινωνῆσαι τοῖς ἀνθρώποις.’ ἐξηγήσατο δὲ καὶ τὸν χαλκοῦν Μίλωνα καὶ τὸν λόγον τοῦ περὶ αὐτὸν σχήματος. γὰρ Μίλων ἑστάναι μὲν ἐπὶ δίσκου δοκεῖ τὼ πόδε ἄμφω συμβεβηκώς, ῥόαν δὲ ξυνέχει τῇ ἀριστερᾷ, δεξιὰ δέ, ὀρθοὶ τῆς χειρὸς ἐκείνης οἱ δάκτυλοι καὶ οἷον διείροντες. οἱ μὲν δὴ κατ᾽ Ὀλυμπίαν τε καὶ Ἀρκαδίαν λόγοι τὸν ἀθλητὴν ἱστοροῦσι τοῦτον ἄτρεπτον γενέσθαι καὶ μὴ ἐκβιβασθῆναί ποτε τοῦ χώρου, ἐν ἔστη, δηλοῦσθαι δὲ τὸ μὲν ἀπρὶξ τῶν δακτύλων ἐν τῇ ξυνοχῇ τῆς ῥόας, τὸ δὲ μηδ᾽ ἂν σχισθῆναί ποτ᾽ ἀπ᾽ ἀλλήλων αὐτούς, εἴ τις πρὸς ἕνα αὐτῶν ἁμιλλῷτο, τῷ τὰς διαφυὰς ἐν ὀρθοῖς τοῖς δακτύλοις εὖ ξυνηρμόσθαι, τὴν ταινίαν δέ, ἣν ἀναδεῖται, σωφροσύνης ἡγοῦνται ξύμβολον. δὲ Ἀπολλώνιος σοφῶς μὲν εἶπεν ἐπινενοῆσθαι ταῦτα, σοφώτερα δὲ εἶναι τὰ ἀληθέστερα. ‘ὡς δὲ γιγνώσκοιτε τὸν νοῦν τοῦ Μίλωνος, Κροτωνιᾶται τὸν ἀθλητὴν τοῦτον ἱερέα ἐστήσαντο τῆς Ἥρας. τὴν μὲν δὴ μίτραν τι χρὴ νοεῖν, τί ἂν ἐξηγοίμην ἔτι, μνημονεύσας ἱερέως ἀνδρός; ῥόα δὲ μόνη φυτῶν τῇ Ἥρᾳ φύεται, δὲ ὑπὸ τοῖς ποσὶ δίσκος, ἐπὶ ἀσπιδίου βεβηκὼς ἱερεὺς τῇ Ἥρᾳ εὔχεται, τουτὶ δὲ καὶ δεξιὰ σημαίνει, τὸ δὲ ἔργον τῶν δακτύλων καὶ τὸ μήπω διεστὼς τῇ ἀρχαίᾳ ἀγαλματοποιίᾳ προσκείσθω.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: