previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τι βούλεται, σὺ δὲ ἀλλὰ τούτους σῶζε.’ φωνῇ δὲ ταῦτα μείζονι ἔλεγε καὶ ἐῴκει κλᾴοντι. ἐνταῦθα δείσας Δάμις περὶ τοῖς νέοις, μὴ χείρους αὑτῶν γένοιντο ὑπὸ τῆς τοῦ Φιλολάου πτοίας, ἀπολαβὼν τὸν Ἀπολλώνιονἀπολεῖἔφητοὺς νέους λαγὼς οὗτος τρόμων καὶ ἀθυμίας ἀναπιμπλὰς πάντα’. δὲ Ἀπολλώνιοςκαὶ μὴν πολλῶνἔφηἀγαθῶν ὄντων, μηδ᾽ εὐξαμένῳ μοι πολλάκις παρὰ τῶν θεῶν γέγονε, μέγιστον ἂν ἔγωγε φαίην ἀπολελαυκέναι τὸ νυνὶ τοῦτο, παραπέπτωκε γὰρ βάσανος τῶν νέων, σφόδρα ἐλέγξει τοὺς φιλοσοφοῦντάς τε αὐτῶν καὶ τοὺς ἕτερόν τι μᾶλλον τοῦτο πράττοντας.’ καὶ ἠλέγχθησαν αὐτίκα οἱ μὴ ἐρρωμένοι σφῶν, ὑπὸ γὰρ τῶν τοῦ Φιλολάου λόγων ἀπαχθέντες οἱ μὲν ἔφασαν νοσεῖν, οἱ δ᾽ οὐκ εἶναι αὑτοῖς ἐφόδια, οἱ δὲ τῶν οἴκοι ἐρᾶν, οἱ δὲ ὑπὸ ὀνειράτων ἐκπεπλῆχθαι, καὶ περιῆλθεν ἐς ὀκτὼ ὁμιλητὰς Ἀπολλώνιος ἐκ τεττάρων καὶ τριάκοντα, οἳ ξυνεφοίτων αὐτῷ ἐς τὴν Ῥώμην. οἱ δ᾽ ἄλλοι Νέρωνά τε καὶ φιλοσοφίαν ἀποδράντες φυγῇ ᾤχοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: