previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐτύγχανε δὲ περὶ τὸν χρόνον τοῦτον καὶ Μουσώνιος κατειλημμένος ἐν τοῖς δεσμωτηρίοις τοῦ Νέρωνος, ὅν φασι τελεώτατα ἀνθρώπων φιλοσοφῆσαι, καὶ φανερῶς μὲν οὐ διελέγοντο ἀλλήλοις παραιτησαμένου τοῦ Μουσωνίου τοῦτο, ὡς μὴ ἄμφω κινδυνεύσειαν, ἐπιστολιμαίους δὲ τὰς ξυνουσίας ἐποιοῦντο φοιτῶντος ἐς τὸ δεσμωτήριον τοῦ Μενίππου καὶ τοῦ Δάμιδος. τὰς δὲ οὐχ ὑπὲρ μεγάλων ἐπιστολὰς ἐάσαντες τὰς ἀναγκαίας παραθησόμεθα κἀξ ὧν ὑπάρχει κατιδεῖν τι μέγα. Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. βούλομαι παρὰ σὲ ἀφικόμενος κοινωνῆσαί σοι λόγου καὶ στέγης, ὥς τι ὀνήσαιμί σε. εἴ γε μὴ ἀπιστεῖς, ὡς Ἡρακλῆς ποτε Θησέα ἐξ Ἅιδου ἔλυσε. γράφε, τί βούλει. ἔρρωσο. [p. 165] Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν. ὧν μὲν ἐνενοήθης, ἀποκείσεταί σοι ἔπαινος, ἀνὴρ δὲ ὑπομείνας ἀπολογίαν καὶ ὡς οὐδὲν ἀδικεῖ δείξας ἑαυτόν. ἔρρωσο. Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. Σωκράτης ῾ὀ̔ Ἀθηναῖος ὑπὸ τῶν ἑαυτοῦ φίλων λυθῆναι μὴ βουληθεὶς παρῆλθε μὲν ἐς δικαστήριον, ἀπέθανε δέ. ἔρρωσο. Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: