previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σπουδὴν δὲ ποιουμένου τοῦ τὴν Βαιτικὴν ἐπιτροπεύοντος ἐς ξυνουσίαν τῷ Ἀπολλωνίῳ ἐλθεῖν μὲν ἀηδεῖς ἔφη τὰς ξυνουσίας τὰς ἑαυτοῦ φαίνεσθαι τοῖς μὴ φιλοσοφοῦσιν, δὲ προσέκειτο αἰτῶν τοῦτο: ἐπεὶ δὲ χρηστός τε εἶναι ἐλέγετο καὶ διαβεβλημένος πρὸς τοὺς Νέρωνος μίμους, γράφει πρὸς αὐτὸν ἐπιστολὴν Ἀπολλώνιος, ἵν᾽ ἐς τὰ Γάδειρα ἔλθοι, δὲ ἀφελὼν τὸν τῆς ἀρχῆς ὄγκον ξὺν ὀλίγοις καὶ ἑαυτῷ ἐπιτηδειοτάτοις ἦλθεν. ἀσπασάμενοι δὲ ἀλλήλους καὶ μεταστησάμενοι τοὺς παρόντας τι μὲν διελέχθησαν, οὐδεὶς οἶδε, τεκμαίρεται δὲ Δάμις ἐπὶ Νέρωνα ξυμβῆναι σφᾶς. τριῶν γὰρ ἡμερῶν ἰδίᾳ σπουδάσαντες μὲν ἀπῄει περιβαλὼν τὸν Ἀπολλώνιον, δὲἔρρωσοἔφηκαὶ μέμνησο τοῦ Βίνδικος’. τί δὲ τοῦτο ἦν; ἐπὶ Νέρωνα ἐν Ἀχαίᾳ ᾄδοντα τὰ ἔθνη τὰ ἑσπέρια λέγεται κινῆσαι Βίνδιξ ἀνὴρ οἷος ἐκτεμεῖν τὰς νευράς, ἃς Νέρων ἀμαθῶς ἔψαλλε, πρὸς γὰρ τὰ στρατόπεδα, οἷς ἐπετέτακτο, λόγον κατ᾽ αὐτοῦ διῆλθεν, ὃν ἐκ πάνυ γενναίας φιλοσοφίας ἐπὶ τύραννον ἄν τις πνεύσειεν: ἔφη γὰρ Νέρωνα εἶναι πάντα μᾶλλον κιθαρῳδὸν καὶ κιθαρῳδὸν μᾶλλον βασιλέα. προφέρειν δὲ αὐτῷ μανίαν μὲν καὶ φιλοχρηματίαν καὶ ὠμότητα καὶ ἀσέλγειαν πᾶσαν, τὸ δὲ ὠμότατον τῶν ἐκείνου μὴ προφέρειν αὐτῷ: τὴν γὰρ μητέρα ἐν δίκῃ ἀπεκτονέναι, ἐπειδὴ τοιοῦτον ἔτεκε. ταῦτ᾽ οὖν ὡς ἔσται, προγιγνώσκων Ἀπολλώνιος ξυνέταττε τῷ Βίνδικι ὅμορον ἄρχοντα μονονουχὶ ὅπλα ὑπὲρ τῆς Ῥώμης τιθέμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: