previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀφικομένων δὲ αὐτῶν ἐς τὰς Συρακούσας γυνὴ τῶν οὐκ ἀφανῶν τέρας ἀπεκύησεν, οἷον οὔπω ἐμαιεύθη: τρεῖς γὰρ τῷ βρέφει κεφαλαὶ ἦσαν ἐξ οἰκείας [p. 174] ἑκάστη δέρης, τὰ δὲ ἐπ᾽ αὐταῖς ἑνὸς πάντα. οἱ μὲν δὴ παχέως ἐξηγούμενοι τὴν Σικελίαν ἔφασαν, τρινακρία γάρ, ἀπολεῖσθαι, εἰ μὴ ὁμονοήσειέ τε καὶ ξυμπνεύσειενἐστασίαζον δὲ ἄρα πολλαὶ τῶν πόλεων πρὸς ἑαυτάς τε καὶ πρὸς ἀλλήλας καὶ τὸ ἐν κόσμῳ ζῆν ἀπῆν τῆς νήσουοἱ δὲ ἔφασαν τὸν Τυφῶ, πολυκέφαλον δὲ εἶναι, νεώτερα ἀπειλεῖν τῇ Σικελίᾳ, δὲ Ἀπολλώνιοςἴθι’, ἔφη Δάμι, καὶ κάτιδε αὐτό, εἰ οὕτω ξύγκειται’. ἐξέκειτο γὰρ δημοσίᾳ τοῖς τερατολογεῖν εἰδόσιν, ἀπαγγείλαντος δὲ τοῦ Δάμιδος, ὡς τρικέφαλον εἴη καὶ ἄρρεν, ξυναγαγὼν τοὺς ἑταίρουςτρεῖςἔφηῬωμαίων αὐτοκράτορες, οὓς ἐγὼ πρῴην Θηβαίους ἔφην, τελειώσει δὲ οὐδεὶς τὸ ἄρχειν, ἀλλ᾽ οἱ μὲν ἐπ᾽ αὐτῆς Ῥώμης, δὲ περὶ τὰ ὅμορα τῇ Ῥώμῃ δυνηθέντες ἀπολοῦνται, θᾶττον ἀποβαλόντες τὸ προσωπεῖον οἱ τῶν τραγῳδῶν τύραννοι’. καὶ λόγος αὐτίκα ἐς φῶς ἦλθε: Γάλβας μὲν γὰρ ἐπ᾽ αὐτῆς Ῥώμης ἀπέθανεν ἁψάμενος τῆς ἀρχῆς, ἀπέθανε δὲ καὶ Βιτέλιος ὀνειροπολήσας τὸ ἄρχειν, Ὄθων δὲ περὶ τοὺς ἑσπερίους Γαλάτας ἀποθανὼν οὐδὲ τάφου λαμπροῦ ἔτυχεν, ἀλλ᾽ ὥσπερ ἰδιώτης κεῖται: διέπτη δὲ τύχη ταῦτα ἑνὶ ἔτει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: