Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τίς οὖν ἡ τῶν τοιῶνδε ὀρῶν αἰτία; γῆ κρᾶσιν ἀσφάλτου καὶ θείου παρεχομένη τύφεται μὲν καὶ παρ᾽ ἑαυτῆς φύσει, πῦρ δ᾽ οὔπω ἐκδίδωσιν, εἰ δὲ σηραγγώδης τύχοι καὶ ὑποδράμοι αὐτὴν πνεῦμα, φρυκτὸν ἤδη αἴρει. [p. 178] πλεονεκτήσασα δὲ ἡ φλόξ, ὥσπερ τὸ ὕδωρ, ἀπορρεῖ τῶν ὀρῶν καὶ ἐς τὰ πεδία ἐκχεῖται χωρεῖ τε ἐπὶ θάλατταν πῦρ ἀθρόον ἐκβολὰς ποιούμενον, οἷαι τῶν ποταμῶν εἰσι. χῶρος δ᾽ Εὐσεβῶν, περὶ οὓς τὸ πῦρ ἐρρύη, λεγέσθω μὲν κἀνταῦθά τις, ἡγώμεθα δὲ τοῖς ὅσια πράττουσι γῆν μὲν πᾶσαν ἀσφαλῆ χῶρον εἶναι, θάλατταν δ᾽ εὔπορον οὐ πλέουσι μόνον, ἀλλὰ καὶ νεῖν πειρωμένοις.’ ἀεὶ γὰρ τοὺς λόγους ἀνέπαυεν ἐς τὰ χρηστὰ τῶν παραγγελμάτων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.