previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀνελθόντι δὲ αὐτῷ ἐς τὸ ἱερὸν μὲν κόσμος περὶ αὐτὸ καὶ ἐφ᾽ ἑκάστῳ λόγος θεῖός τε ἐφαίνετο καὶ κατὰ σοφίαν ξυντεθείς, τὸ δὲ τῶν ταύρων αἷμα καὶ οἱ χῆνες καὶ ὁπόσα ἐθύετο, οὐκ ἐπῄνει τὰ τοιάδε, οὐδὲ ἐς δαῖτας θεῶν ἦγεν: ἐρομένου δ᾽ αὐτὸν τοῦ ἱερέως, τί μαθὼν οὐχ οὕτω θύοι, ‘σὺ μὲν οὖνεἶπενἀπόκριναί μοι μᾶλλον, τί μαθὼν οὕτω θύεις;’ εἰπόντος δὲ τοῦ ἱερέως [p. 184]καὶ τίς οὕτω δεινός, ὡς διορθοῦσθαι τὰ Αἰγυπτίων;’ ‘πᾶςἔφησοφός, ἢν ἀπ᾽ Ἰνδῶν ἥκῃ. καὶ βοῦνἔφηἀπανθρακιῶ τήμερον καὶ κοινώνει τοῦ καπνοῦ ἡμῖν, οὐ γὰρ ἀχθέσῃ περὶ τῆς μοίρας, εἰ κἀκείνην οἱ θεοὶ δαίσονται’. τηκομένου δὲ τοῦ πλάσματοςὅραἔφητὰ ἱερά’. ‘ποῖα;’ εἶπεν Αἰγύπτιοςὁρῶ γὰρ οὐδὲν ἐνθάδε.’ δὲ Ἀπολλώνιοςοἱ δὲ Ἰαμίδαιεἶπεκαὶ οἱ Τελλιάδαι καὶ οἱ Κλυτιάδαι καὶ τὸ τῶν Μελαμποδιδῶν μαντεῖον ἐλήρησαν, λῷστε, τοσαῦτα μὲν περὶ πυρὸς εἰπόντες, τοσαύτας δὲ ἀπ᾽ αὐτοῦ ξυλλεξάμενοι φήμας; τὸ μὲν ἀπὸ τῆς πεύκης πῦρ καὶ τὸ ἀπό τῆς κέδρου μαντικὸν ἡγῇ καὶ ἱκανὸν δηλῶσαί τι, τὸ δ᾽ ἀπὸ τοῦ πιοτάτου τε καὶ καθαρωτάτου δακρύου καόμενον οὐ πολλῷ αἱρετώτερον; εἰ δ᾽ ἐμπύρου σοφίας ἦσθα εὐξύνετος, εἶδες ἂν καὶ ἐν τῷ τοῦ ἡλίου κύκλῳ πολλὰ δηλούμενα, ὁπότε ἀνίσχει.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: