previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δειπνοῦντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφ᾽ αὐτὸν Νεῖλος ἐφίσταται λαχάνοις ἅμα καὶ ἄρτοις καὶ τραγήμασι, τὰ μὲν αὐτὸς φέρων, τὰ δὲ ἕτεροι, καὶ μάλα ἀστείωςοἱ σοφοὶἔφηξένια πέμπουσιν ὑμῖν τε κἀμοὶ ταῦτα, κἀγὼ γὰρ ξυσσιτήσω ὑμῖν οὐκ ἄκλητος, ὥς φασιν, ἀλλ᾽ ἐμαυτὸν καλῶν.’ ‘ἡδὺεἶπεν Ἀπολλώνιοςἀπάγεις, νεανία, ξένιον, σεαυτόν τε καὶ τὸ σεαυτοῦ ἦθος, ὃς ἀδόλως μὲν φιλοσοφοῦντι ἔοικας, ἀσπαζομένῳ δὲ τὰ Ἰνδῶν τε καὶ Πυθαγόρου. κατακλίνου δὴ ἐνταῦθα καὶ ξυσσίτει.’ ‘κατάκειμαι,’ ἔφησιτία δὲ οὐκ ἔσται σοι τοσαῦτα, ὡς ἐμπλῆσαί με.’ ‘ἔοικαςεἶπενεὔσιτος εἶναι καὶ δεινὸς φαγεῖν.’ ‘δεινότατος μὲν οὖν,’ ἔφηὃς γὰρ τοσαύτην καὶ οὕτω λαμπρὰν δαῖτά σου παραθέντος οὔπω ἐμπέπλησμαι, διαλιπὼν δὲ ὀλίγον πάλιν ἐπισιτιούμενος ἥκω, τί φήσεις ἀλλ᾽ ἀκόρεστόν τε εἶναί με καὶ δεινῶς γάστριν;’ ‘ἐμπίπλασο,’ εἶπενἀφορμαὶ δ᾽, ὁπόσαι λόγων, τὰς μὲν αὐτὸς παραδίδου, τὰς δὲ ἐγὼ δώσω.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: