previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἁπτώμεθα Θεσπεσίων ἔφητοῦ λόγου, προσήκων γὰρ σοφοῖς τε καὶ μὴ σοφοῖς. ἀλλ᾽ ἵνα μὴ τὰς Ἰνδῶν δόξας ἐνείροντες ξυγχέωμεν αὐτὸν καὶ ἀπέλθωμεν ἄπρακτοι τοῦ λόγου, πρῶτον εἰπὲ τὰ περὶ δικαιοσύνης Ἰνδοῖς δόξαντα, εἰκὸς γὰρ βεβασανίσθαι σοι ἐκεῖ ταῦτα, κἄν μὲν δόξα ὀρθῶς ἔχῃ, ξυνθησόμεθα, εἰ δ᾽ αὐτοί τι σοφώτερον εἴποιμεν, ξυντίθεσθε, δικαιοσύνης γὰρ καὶ τοῦτο.’ ‘ἄριστα,’ εἶπεν Θεσπεσίων, καὶ ὡς ἐμοὶ ἥδιστα εἴρηκας: ἄκουε δὴ τῶν ἐκεῖ σπουδασθέντων: διῄειν πρὸς αὐτοὺς ἐγώ, κυβερνήτης ὡς γενοίμην μεγάλης νεώς, ὁπόθ᾽ ψυχὴ σώματος ἑτέρου ἐπεμέλετο, καὶ δικαιότατον ἡγοίμην ἐμαυτόν, ἐπειδὴ λῃσταὶ μὲν ἐμισθοῦντό με προδοῦναι τὴν ναῦν καθορμισάμενον οἷ λοχήσειν αὐτὴν ἔμελλον, δἰ ἦγεν, ἐγὼ δὲ ἐπαγγειλαίμην μὲν ταῦτα, ὡς μὴ ἐπίθοιντο ἡμῖν, παραπλεύσαιμι δ᾽ αὐτοὺς καὶ ὑπεράραιμι τοῦ χωρίου.’ ‘ξυνέθεντο δ᾽ δ᾽ Θεσπεσίωνδικαιοσύνην εἶναι Ἰνδοὶ ταῦτα;’ ‘κατεγέλασαν μὲν οὖν,’ εἶπεμὴ γὰρ εἶναι δικαιοσύνην τὸ μὴ ἀδικεῖν.’ ‘ὑγιῶςἔφηἀπέδοξε τοῖς Ἰνδοῖς, οὔτε γὰρ φρόνησις τὸ μὴ ἀνοήτως τι ἐνθυμεῖσθαι, οὔτε ἀνδρεία τὸ μὴ λείπειν τὴν τάξιν, οὔτε σωφροσύνη τὸ μὴ ἐς τὰ τῶν μοιχῶν ἐκπίπτειν, οὔτε ἄξιον ἐπαίνου τὸ μὴ κακὸν φαίνεσθαι: πᾶν γάρ, τιμῆς τε καὶ τιμωρίας ἴσον ἀφέστηκεν, οὔπω ἀρετή.’ ‘πῶς οὖν, Θεσπεσίων,’ εἶπεστεφανώσομεν τὸν δίκαιον, τί πράττοντα;’ ‘ἀνελλιπέστερονἔφη [p. 236]καὶ προσφορώτερον ἂν ὑπὲρ δικαιοσύνης ἐσπουδάσατε, ὁπότε βασιλεὺς τοσῆσδέ τε καὶ οὕτως εὐδαίμονος χώρας ἄρχων ἐπέστη φιλοσοφοῦσιν ὑμῖν ὑπὲρ τοῦ βασιλεύειν, δικαιοτάτου κτήματος;’ ‘εἰ Φραώτηςεἶπεν ἀφικόμενος ἦν, ὀρθῶς ἂν ἐμέμφου τὸ μὴ ὑπὲρ δικαιοσύνης ἐπ᾽ αὐτοῦ σπουδάσαι, ἐπεὶ δὲ εἶδες τὸν ἄνθρωπον ἐν οἶς χθὲς ὑπὲρ αὐτοῦ διῄειν μεθύοντα καὶ ἀχθόμενον φιλοσοφίᾳ πάσῃ, τί ἔδει παρέχειν ὄχλον; τί δ᾽ αὐτοὺς ἔχειν φιλοτιμουμένους ἐπ᾽ ἀνθρώπου σύβαριν ἡγουμένου πάντα; ἀλλ᾽ ἐπεὶ σοφοῖς ἀνδράσιν, ὥσπερ ἡμῖν, ἰχνευτέα δικαιοσύνη μᾶλλον βασιλεῦσί τε καὶ στρατηγοῖς, ἴωμεν ἐπὶ τὸν ἀτεχνῶς δίκαιον. γὰρ ἐμαυτόν τε ἡγούμην, ὁπότε ναῦς, ἑτέρους τε, οἳ μὴ ἀδίκων ἅπτονται, οὔπω δικαίους φατέ, οὐδ᾽ ἀξίους τιμᾶσθαι.’ ‘καὶ εἰκότωςεἶπενοὐδὲ γὰρ ἂν Ἀθηναίοις ποτὲ Λακεδαιμονίοις ἐγράφη γνώμη τὸν δεῖνα στεφανοῦν, ἐπεὶ μὴ τῶν ἡταιρηκότων ἐστίν, τὸν δεῖνα ποιεῖσθαι πολίτην, ἐπεὶ μὴ τὰ ἱερὰ ὑπ᾽ αὐτοῦ συλᾶται. τίς οὖν δίκαιος καὶ τί πράττων; οὐρὲ γὰρ ἐπὶ δικαιοσύνῃ τινὰ στεφανωθέντα οἶδα, οὐδὲ γνώμην ἐπ᾽ ἀνδρὶ δικαίῳ γραφεῖσαν, ὡς τὸν δεῖνα χρὴ στεφανοῦν, ἐπειδὴ τὸ δεῖνα πράττων δίκαιος φαίνεται, τὰ μὲν γὰρ Παλαμήδους ἐνθυμηθέντι τὰ ἐν Τροίᾳ καὶ τὰ Σωκράτους τὰ Ἀθήνησιν οὐδ᾽ εὐτυχεῖν δικαιοσύνη δόξει παρὰ τοῖς ἀνθρώποις, ἀδικώτατα γὰρ δὴ οἵδε ἔπαθον δικαιότατοι ὄντες. πλὴν ἀλλ᾽ οὗτοι μὲν ἐπὶ δόξῃ ἀδικημάτων ἀπώλοντο ψήφου παρὰ τὸ εὐθὺ ἐνεχθείσης, Ἀριστείδην δὲ τὸν Λυσιμάχου καὶ αὐτή ποτε δικαιοσύνη ἀπώλλυ καὶ ἀνὴρ τοιόσδε ἐπὶ τοιᾷδε ἀρετῇ φεύγων ᾤχετο. καὶ ὡς μὲν γελοία δικαιοσύνη δόξει, γιγνώσκω, τεταγμένη [p. 237] γὰρ ὑπὸ Διός τε καὶ Μοιρῶν ἐς τὸ μὴ ἀδικεῖσθαι τοὺς ἀνθρώπους οὐδαμοῦ ἑαυτὴν ἐς τὸ μὴ αὐτὴ ἀδικεῖσθαι τάττει. ἐμοὶ δὲ ἀπόχρη τὰ τοῦ Ἀριστείδου ἐς τὸ δηλῶσαι, τίς μὲν μὴ ἄδικος, τίς δὲ δίκαιος: εἰπὲ γάρ μοι, οὐχ οὗτος Ἀριστείδης ἐκεῖνος, ὅν φατε ὑμεῖς οἱ ἀπὸ Ἑλλήνων ἥκοντες πλεύσαντα ἐς τὰς νήσους ὑπὲρ τῶν φόρων ξυμμέτρους τε αὐτοὺς τάξαι καὶ ξὺν τῷ αὐτῷ ἐπανελθεῖν τρίβωνι;’ ‘οὗτος,’ εἶπεδἰ ὃν καὶ πενίας ἔρως ποτὲ ἤνθησεν.’ ‘εἰ οὖν,’ ἔφηδύο Ἀθήνησι δημαγωγοὶ γενοίσθην ἐπαινοῦντες τὸν Ἀριστείδην ἄρτι ἐκ τῆς ξυμμαχίδος ἥκοντα, καὶ μὲν γράφοι στεφανοῦν αὐτόν, ἐπειδὴ μὴ πλουτῶν ἀφῖκται μηδὲ βίον ἑαυτῷ ξυνειλοχὼς μηδένα, ἀλλὰ πενέστατος μὲν Ἀθηναίων, πενέστερος δὲ ἑαυτοῦ, δ᾽ αὖ τοιουτονί τι γράφοι ψήφισμα: ἐπειδὴ Ἀριστείδης οὐχ᾽ ὑπὲρ τὸ δυνατὸν τῶν ξυμμάχων τάξας τοὺς φόρους, ἀλλ᾽ ὡς ἕκαστοι γῆς ἔχουσι, τῆς τε ὁμονοίας αὐτῶν ἐπεμελήθη τῆς πρὸς Ἀθηναίους καὶ τοῦ μὴ ἀχθομένους δοκεῖν φέρειν ταῦτα, δεδόχθω στεφανοῦν αὐτὸν ἐπὶ δικαιοσύνῃ, ἆρ᾽ οὐκ ἄν σοι δοκεῖ τῇ μὲν προτέρᾳ γνώμῃ κἂν ἀντειπεῖν αὐτός, ὡς οὐκ ἀξίᾳ τῶν ἑαυτῷ βεβιωμένων, εἰ ἐφ᾽ οἷς οὐκ ἀδικεῖ τιμῷτο, τὴν δ᾽ ἴσως ἂν καὶ αὐτὸς ἐπαινέσαι, στοχαζομένην ὧν διενοήθη; βλέψας γάρ που ἐς τὸ Ἀθηναίων τε καὶ τῶν ὑπηκόων ξυμφέρον ἐπεμελήθη τῆς ξυμμετρίας τῶν φόρων καὶ τοῦτο μετὰ τὸν Ἀριστείδην ἐδείχθη μᾶλλον: ἐπειδὴ γὰρ παραβάντες Ἀθηναῖοι τοὺς ἐκείνῳ δόξαντας βαρυτέρους ἐπέγραψαν ταῖς νήσοις, διεσπάσθη μὲν αὐτοῖς ναυτικὴ δύναμις, μάλιστα φοβεροὶ ἦσαν, παρῆλθε δὲ Λακεδαιμονίων ἐς τὴν θάλατταν, ξυνέμεινε δὲ τῆς δυνάμεως οὐδέν, ἀλλ᾽ [p. 238] ἅπαν τὸ ὑπήκοον ἐς νεώτερα ὥρμησε καὶ ἀποστροφῆς ἥψατο. δίκαιος οὖν, Ἀπολλώνιε, κατὰ τὸν εὐθὺν λόγον οὐχ μὴ ἄδικος, ἀλλ᾽ δίκαια μὲν αὐτὸς πράττων, καθιστὰς δὲ καὶ ἑτέρους ἐς τὸ μὴ ἀδικεὶν, καὶ φύσονται τῆς τοιαύτης δικαιοσύνης καὶ ἄλλαι μὲν ἀρεταί, μάλιστα δὲ δικαστική τε καὶ νομοθετική. δικάσει μὲν γὰρ τοιόσδε πολλῷ δικαιότερον οἱ κατὰ τῶν τομίων ὀμνύντες, νομοθετήσει δέ, ὥσπερ οἱ Σόλωνές τε καὶ οἱ Λυκοῦργοι, καὶ γὰρ δὴ κἀκείνοις τοῦ γράψαι νόμους δικαιοσύνη ἦρξεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: