previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μεταστησάμενος δὲ Τίτος τοὺς παρόνταςαὐτοίεἶπεν Τυανεῦ, γεγόναμεν, ξυγχωρεῖς γάρ που ἐρωτᾶν ὑπὲρ τῶν ἐμοὶ σπουδαιοτάτων;’ ‘ἐρώτα,’ ἔφηκαὶ τοσούτῳ προθυμότερον, ὅσῳ ὑπὲρ μειζόνων.’ ‘περὶ ψυχῆςεἶπετῆς ἐμαυτοῦ, καὶ οὓς μάλιστα φυλαττοίμην ἄν, ἔσται μοι ἐρώτησις, εἰ μὴ δόξω δειλὸς δεδιὼς ἤδη ταῦτα.’ ‘ἀσφαλὴς μὲν οὖνἔφηκαὶ ἐφεστηκώς, προορᾶν γὰρ τούτου χρὴ μάλιστα.’ καὶ ἐς τὸν ἥλιον ἀναβλέψας ὤμνυ αὐτόν, μὴν αὐτὸς μέλλειν ὑπὲρ τούτων πρὸς αὐτὸν λέξειν μηδὲ ἐρωτῶντα, τοὺς γὰρ θεοὺς φῆναί οἱ προειπεῖν αὐτῷ ζῶντος μὲν τοῦ πατρὸς δεδιέναι τοὺς ἐκείνῳ πολεμιωτάτους, ἀποθανόντος δὲ τοὺς ἑαυτῷ οἰκειοτάτους. ‘ἀποθανοῦμαι δὲεἶπετίνα τρόπον;’ ‘ὅν γεἔφηὈδυσσεὺς λέγεται, φασὶ γὰρ κἀκείνῳ τὸν θάνατον ἐκ θαλάττης ἐλθεῖν.’ ταῦτα Δάμις ὧδε ἑρμηνεύει: φυλάττεσθαι μὲν αὐτὸν τὴν αἰχμὴν τῆς τρυγόνος, τὸν [p. 246] Ὀδυσσέα βεβλῆσθαί φασι, δυοῖν δὲ ἐτοῖν μετὰ τὸν πατέρα τὴν ἀρχὴν κατασχόντα ὑπὸ τοῦ θαλαττίου λαγὼ ἀποθανεῖν, τὸν δὲ ἰχθὺν τοῦτον παρέχεσθαι χυμοὺς ἀπορρήτους ὑπὲρ πάντα τὰ ἐν τῇ θαλάττῃ καὶ γῇ ἀνδροφόνα, καὶ Νέρωνα μὲν ἐσποιῆσαι τοῖς ἑαυτοῦ ὄψοις τὸν λαγὼν τοῦτον ἐπὶ τοὺς πολεμιωτάτους, Δομετιανὸν δὲ ἐπὶ τὸν ἀδελφὸν Τίτον, οὐ τὸ ξὺν ἀδελφῷ ἄρχειν δεινὸν ἡγούμενον, ἀλλὰ τὸ ξὺν πρᾴῳ τε καὶ χρηστῷ. τοιαῦτα διαλεχθέντες ἰδίᾳ περιέβαλον ἀλλήλους ἐν φανερῷ, ἀπιόντα δὲ προσειπὼννίκα, βασιλεῦ,’ ἔφητοὺς μὲν πολεμίους ὅπλοις, τὸν δὲ πατέρα ἀρεταῖς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: