previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ τοὺς Ταρσοὺς οἰκοῦντες τὸν μὲν ἄλλον χρόνον ἤχθοντο τῷ Ἀπολλωνίῳ διά τε τὰς ἐπιπλήξεις, ἐπειδὴ ξυντόνους αὐτὰς ἐποιεῖτο, διά τε τὸ ἀνειμένοι καὶ τρυφῶντες μηδὲ τὴν τοῦ λόγου ἀνέχεσθαι ῥώμην, τότε δ᾽ οὕτω τι ἡττήθησαν τοῦ ἀνδρός, ὡς οἰκιστήν τε αὐτὸν ἡγεῖσθαι καὶ στήριγμα τοῦ ἄστεος. ἔθυε μὲν γὰρ δημοσίᾳ βασιλεύς, ξυνελθοῦσα δὲ πόλις ἱκέτευεν ὑπὲρ τῶν μεγίστων, δὲ μεμνήσεσθαι τούτων πρὸς τὸν πατέρα ἔφη καὶ πρεσβεύσειν αὐτὸς ὑπὲρ ὧν δέονται: παρελθὼν δὲ Ἀπολλώνιοςεἰ δὲ ἐνίουςἔφητούτων ἐλέγξαιμι σοὶ μὲν καὶ πατρὶ τῷ σῷ πολεμίους, πεπρεσβευμένους δὲ ὑπὲρ νεωτέρων ἐς τὰ Σόλυμα, ξυμμάχους δ᾽ ἀφανεῖς τῶν σοι φανερωτάτων ἐχθρῶν, τί πείσονται;’ [p. 247]τί δὲ ἄλλο γε,’ εἶπεν ἀπολοῦνται;’ ‘εἶτα οὐκ αἰσχρὸνἔφητὰς μὲν τιμωρίας αὐτίκα ἀπαιτεῖν, τὰς δὲ εὐεργεσίας ὀψὲ διδόναι, καὶ τὰς μὲν καθ᾽ ἑαυτὸν ποιεῖσθαι, τὰς δὲ ἐς κοινωνίαν γνώμης ἀνατίθεσθαι;’ ὑπερησθεὶς δὲ βασιλεὺςδίδωμι τὰς δωρεάς,’ εἶπενοὐ γάρ μοι ἀχθέσεται πατὴρ ἀληθείας ἡττωμένῳ καὶ σοῦ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: