previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄξιον δὲ καὶ τούτου ἐπιμνησθῆναι: ἔθυέ τις ὑπὲρ θησαυροῦ τῇ Γῇ καὶ οὐδὲ τῷ Ἀπολλωνίῳ προσεύχεσθαι ὑπὲρ τούτου ὤκνει, δὲ ἐνθυμηθείς, οἵων ἐρᾷ, ‘δεινόν γε,’ ἔφηχρηματιστὴν ὁρῶ.’ ‘κακοδαίμονα μὲν οὖν,’ εἶπενᾧγέ ἐστιν οὐδὲν πλὴν ὀλίγων, μὴ ἀπόχρη βόσκειν τὸν οἶκον.’ ‘ἔοικαςἔφηπολλοὺς τρέφειν καὶ ἀργοὺς οἰκέτας, οὐδὲ γὰρ αὐτός γε τῶν ἀσόφων φαίνῃ.’ δὲ ἠρέμα ἐπιδακρύσαςθυγάτριά μοιεἶπενἐστὶ τέτταρα καὶ φερνῶν δεῖ τεττάρων, ἐμοὶ δέ εἰσι δισμύριαί που δραχμαὶ νῦν, ἐπειδὰν δὲ ταῖς θυγατράσι κατανεμηθῶσιν, ἐκεῖναί τε σμικρὰ εἰληφέναι δόξουσιν ἐγώ τε ἀπολοῦμαι ἔχων οὐδέν.’ παθὼν οὖν τι πρὸς αὐτὸν Ἀπολλώνιοςἐπιμελησόμεθά σουἔφηκἀγὼ καὶ Γῆ, φασὶ γάρ σε θύειν αὐτῇ.’ καὶ εἰπὼν ταῦτα προῄει τὰ προάστεια, ὥσπερ οἱ τοὺς καρποὺς ὠνούμενοι, ἰδὼν δέ τι χωρίον ἐλᾳῶν πλῆρες καὶ ἡσθεὶς τοῖς δένδρεσιν, ὡς εὐφυᾶ τε ἦν καὶ μεγάλα καὶ τινος κηπίου ἐν αὐτῷ ὄντος, ἐν σμήνη τε καὶ ἄνθη ἑωρᾶτο, παρῆλθεν ἐς τὸ κηπίον ὥς τι ἐπισκεψόμενος μεῖζον καὶ προσευξάμενος τῇ Πανδώρᾳ ἐχώρει ἐς τὸ ἄστυ. βαδίσας δὲ παρὰ τὸν τοῦ ἀγροῦ δεσπότην, πλοῦτος ἐκ τῶν παρανομωτάτων πεπόριστο τὰς Φοινίκων οὐσίας ἐνδεικνύντιχωρίονἔφητὸ δεῖνα πόσου ἐπρίω καὶ τί πεπόνηταί σοι ἐς αὐτό;’ τοῦ δὲ πέρυσι μὲν ἐωνῆσθαι τὸν ἀγρόν, πεντακισχιλίων δὲ καὶ μυρίων φήσαντος, οὔπω δ᾽ ἐκπεπονηκέναι τι, πείθει τὸν ἄνθρωπον ἀποδόσθαι οἱ δισμυρίων αὐτὸν εὕρημα ποιησάμενον τὰς πεντακισχιλίας. μὲν δὴ τοῦ θησαυροῦ ἐρῶν [p. 251] οὔπω ξυνίει τοῦ δώρου, ἀλλ᾽ οὐδ᾽ ᾤετο ἴσα ἔχειν, τοσούτῳ δὲ ἐλάττω, ὅσῳ τὰς μὲν δισμυρίας ἐν ταῖν χεροῖν οὔσας ἐφ᾽ ἑαυτῷ εἶναι ἄν, τὸν δ᾽ ἀντ᾽ αὐτῶν ἀγρὸν ἐπὶ πάχναις κείσεσθαι καὶ χαλάζαις καὶ τοῖς ἄλλοις, τοὺς καρποὺς φθείρει: ἐπεὶ δὲ ἀμφορέα μὲν τρισχιλίων δαρεικῶν αὐτίκα εὗρε περὶ αὐτὸ μάλιστα τὸ ἐν τῷ κηπίῳ σμῆνος, εὐφόρου δὲ τοῦ τῆς ἐλαίας καρποῦ ἔτυχεν οὐκ εὐφορούσης τότε τῆς ἄλλης γῆς, ὕμνοι αὐτῷ ἐς τὸν ἄνδρα ᾔδοντο καὶ μνηστήρων θεραπευόντων αὐτὸν πλέα ἦν πάντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: