previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διανοουμένου δὲ αὐτοῦ ταῦτα καὶ γράφοντος ἤδη πρὸς τὸν τῆς Ἀσίας ἄρχοντα, ὡς ξυλληφθείη τε καὶ ἀναχθείη, προεῖδε μὲν Τυανεὺς πάντα δαιμονίως τε καὶ ὥσπερ εἰώθει, πρὸς δὲ τοὺς ἑταίρους εἰπὼν δεῖσθαι ἀποδημίας ἀπορρήτου, τοὺς μὲν ἐσῆλθεν Ἀβάριδος τοῦ ἀρχαίου δόξα, καὶ ὅτι ἐς τοιόνδε τι ὡρμήκοι, δὲ οὐδὲ τῷ Δάμιδι τὸν ἑαυτοῦ νοῦν ἐκφήνας ἐς Ἀχαιοὺς ξὺν αὐτῷ ἔπλει, Κορίνθου δὲ ἐπιβὰς καὶ τῷ Ἡλίῳ περὶ μεσημβρίαν ὁπόσα εἰώθει δράσας ἀφῆκεν ἐς τὸ Σικελῶν καὶ Ἰταλῶν ἔθνος ἅμα ἑσπέρᾳ. τυχὼν δὲ οὐρίου πνεύματος καί τινος εὐροίας ὑποδραμούσης τὸ πέλαγος ἀφίκετο ἐς Δικαιάρχιαν πεμπταῖος. Δημητρίῳ δὲ ἐντυχών, ὃς ἐδόκει θαρσαλεώτατος τῶν φιλοσόφων, ἐπεὶ μὴ πολὺ ἀπὸ τῆς Ῥώμης διῃτᾶτο, ξυνίει μὲν αὐτοῦ ἐξεστηκότος τῷ τυράννῳ, διατριβῆς δὲ ἕνεκαεἴληφά σεεἶπετρυφῶντα καὶ τῆς εὐδαίμονος Ἰταλίας, εἰ δὴ εὐδαίμων, τὸ μακαριώτατον οἰκοῦντα, ἐν λέγεται καὶ Ὀδυσσεὺς Καλυψοῖ ξυνὼν ἐκλαθέσθαι καπνοῦ Ἰθακησίου καὶ οἴκου.’ περιβαλὼν δ᾽ αὐτὸν Δημήτριος καί τι καὶ ἐπευφημήσας θεοί,’ ἔφητί πείσεται φιλοσοφία κινδυνεύουσα περὶ ἀνδρὶ τοιούτῳ;’ ‘κινδυνεύει δὲεἶπετί;’ ‘ γε,’ ἔφηπροειδὼς ἥκεις: εἰ γὰρ τὸν σὸν ἀγνοῶ νοῦν, οὐδὲ τὸν ἐμαυτοῦ οἶδα. διαλεγώμεθα δὲ μὴ ἐνταῦθα, ἀλλ᾽ ἴωμεν οὗ μόνων ἡμῶν ξυνουσία ἔσται, παρατυγχανέτω δὲ καὶ Δάμις, ὃν ἐγώ, νὴ τὸν Ἡρακλέα, Ἰόλεων ἡγοῦμαι τῶν σῶν ἄθλων.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: