previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς ταῦτα Ἀπολλώνιοςἐπεὶ ὑγιῶςἔφηδιαλεγόμεθα καὶ ὁπόσα καρδία ἴσχει σύ τε εἴρηκας ἐμοί τε εἰπεῖν δίκαιον, φιλοσοφεῖς τε ὑπὲρ τῶν σεαυτοῦ πραγμάτων, ὡς οἱ σφόδρα μοι ξυνδιατρίψαντες, καί, νὴ Δία, οὕτω φιλανθρώπως πρὸς ἡμᾶς ἔχεις, ὡς ξυγκινδυνεύειν ἡγεῖσθαί μοι, λέξω τὸν ἐμαυτοῦ νοῦν: ἐμοὶ γὰρ ἀποδρᾶναι μὲν ἦν ὑμᾶς ἐς πολλὰ μέρη τῆς γῆς, μὴ ὑμῶν ἀκροᾶται, παρ᾽ ἄνδρας τε ἀφικέσθαι σοφοὺς καὶ σοφωτέρους ἐγώ, θεούς τε θεραπεύειν ξὺν ὀρθῷ λόγῳ βαδίσαντι ἐς ἤθη ἀνθρώπων θεοφιλεστέρων οἱ ἐνταῦθα, παρ᾽ οἷς οὔτε ἔνδειξις οὔτε γραφὴ οὐδεμία, δἰ αὐτὸ γὰρ τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι δικαστηρίων οὐ δέονται, δείσας δὲ προδότου λαβεῖν [p. 274] αἰτίαν, εἰ φύγοιμι μὲν αὐτὸς τὴν ἀπολογίαν, ἀπόλοιντο δὲ οἱ δι᾽ ἐμοῦ κινδυνεύοντες, ἥκω ἀπολογησόμενος. ὑπὲρ δὲ ὧν ἀπολογεῖσθαί με δεῖ, φράζε.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: