previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διαλεγομένοις δ᾽ αὐτοῖς ταῦτα προσελθών τις, οἶμαι, Κίλιξἐγώ,’ ἔφηἄνδρες, ὑπὲρ πλούτου κινδυνεύω.’ καὶ Ἀπολλώνιοςεἰ μὲν ἀφ᾽ ὧν οὐ θεμιτόνἔφηπλουτῶν, οἷον λῃστείας φαρμάκων, δὴ ἀνδροφόνα, τάφους κινήσας, ὅσοι τῶν πάλαι βασιλέων εἰσίν, οἳ πολύχρυσοί τε καὶ θησαυρώδεις, οὐ κρίνεσθαί σε χρὴ μόνον, ἀλλὰ καὶ ἀπολωλέναι, ταυτὶ γὰρ πλοῦτος μέν, ἀλλ᾽ ἐπίρρητός τε καὶ ὠμός, εἰ δὲ κληρονομήσας διδούσης ἐμπορίας ἐλευθερίου τε καὶ μὴ καπήλου, τίς οὕτω βαρύς, ὡς ἀφελέσθαι σε νόμου σχήματι τὰ κτηθέντα σοι κατὰ νόμους;’ ‘τὰ μὲν ὄντα μοι παρὰ πλειόνωνἔφηξυγγενῶν ἐστιν, ἐς μίαν δ᾽ οἰκίαν τὴν ἐμὴν ἥκει, χρῶμαι δ᾽ αὐτοῖς οὔθ᾽ ὡς ἑτέρων, ἐμὰ γάρ, οὔθ᾽ ὡς ἐμοῖς, κοινὰ γὰρ πρὸς τοὺς ἀγαθούς ἐστί μοι: διαβάλλουσι δ᾽ ἡμᾶς οἱ συκοφάνται μὴ ἐπ᾽ ἀγαθῷ τῆς τυραννίδος ἐκτῆσθαι τὸν πλοῦτον, ἐμοῦ τε γὰρ νεώτερα πειρωμένου πράττειν ἐφόδιον ἂν γενέσθαι αὐτόν, ἑτέρῳ τε, ὅτῳ προσθείμην, ῥοπὴν ἂν οὐ σμικρὰν τἀμὰ εἶναι. [p. 278] μεμαντευμέναι δ᾽ ἤδη καθ᾽ ἡμῶν αἰτίαι, ὡς ὕβριν μὲν τίκτει πᾶς ὑπὲρ τὸ μέτρον πλοῦτος, δ᾽ ὑπὲρ τοὺς πολλοὺς τὸν αὐχένα ἵστησι καὶ τὸ φρόνημα ἐγείρει νόμοις τε οὐκ ἐᾷ πείθεσθαι καὶ τοὺς ἄρχοντας, οἳ ἐς τὰ ἔθνη φοιτῶσι, μόνον οὐκ ἐπὶ κόρρης παίει δουλουμένους τοῖς χρήμασιν ὑπερορῶντας αὐτῶν διὰ τὴν ἰσχὺν τοῦ πλούτου. ἐγὼ δὲ μειράκιον μὲν ὤν, πρὶν οὐσίαν ἑκατὸν ταλάντων ἐκτῆσθαι, κατάγελων ἡγούμην πάντα καὶ σμικρὰ ὑπὲρ τῶν ὄντων ἐδεδίειν, ἐπεὶ δὲ τάλαντά μοι πεντακόσια ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τελευτήσαντος ἐπ᾽ ἐμοὶ τοῦ πρὸς πατρὸς θείου, τοσοῦτον γνώμη μετέβαλεν, ὅσον οἱ καταρτύοντες τῶν ἵππων καὶ μεταβάλλοντες τοῦ ἀπαιδεύτου τε καὶ ἀκολάστου ἤθους. ἐπιδιδόντος δέ μοι τοῦ πλούτου καὶ τὰ μὲν ἐκ γῆς, τὰ δὲ ἐκ θαλάττης φέροντος, οὕτω τι ἐδουλώθην ὑπὸ τοῦ περὶ αὐτὸν δέους, ὡς ἀπαντλεῖν τῆς οὐσίας τὸ μὲν ἐς τοὺς συκοφάντας, οὓς ἔδει μειλίττεσθαι τῇ ἀπομαγδαλιᾷ ταύτῃ, τὸ δὲ ἐς τοὺς ἄρχοντας, ὡς ἰσχὺς πρὸς τοὺς ἐπιβουλεύοντας εἴη μοι, τὸ δὲ ἐς τοὺς ξυγγενεῖς, ὡς μὴ φθονοῖεν τῷ πλούτῳ, τὸ δὲ ἐς τοὺς δούλους, ὡς μὴ κακίους γίγνοιντο ἀμελεῖσθαι φάσκοντες, ἐβουκολεῖτο δέ μοι καὶ ἀγέλη φίλων λαμπρά: προορῶντες γὰρ οὗτοί μου τὰ μὲν αὐτοὶ ἔδρων, τὰ δέ μοι προὔλεγον. ἀλλ᾽ ὅμως οὕτω μὲν χαρακώσαντες τὸν πλοῦτον, οὕτω δὲ ἀσφαλῶς τειχισάμενοι κινδυνεύομεν περὶ αὐτῷ νῦν, καὶ οὔπω δῆλον οὐδ᾽ εὶ τὸ σῶμα ἀθῶοι μενοῦμεν.’ καὶ Ἀπολλώνιος, ‘θάρρει,’ ἔφητὸν γὰρ πλοῦτον τοῦ σώματος ἐγγυητὴν ἔχεις: δέδεσαι μὲν γὰρ δι᾽ αὐτόν, ἀνήσει δέ σε ἀπολυόμενον οὐ μόνον τοῦ δεσμωτηρίου τοῦδε, ἀλλὰ καὶ τοῦ θεραπεύειν τοὺς συκοφάντας τε καὶ [p. 279] τοὺς δούλους, οἷς δι᾽ αὐτὸν ὑπέκεισο.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: