previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἵνα δὲ μὴ ἀμελῶν φαίνοιτο φίλου τε ἀγαθοῦ καὶ ἄρχοντος, ξυνέθηκε μετὰ ταῦτα πρὸς αὐτὸν ἐπιστολὴν ξύμβουλον τῶν ἀρχικῶν καὶ καλέσας τὸν Δάμινσοῦἔφηδεῖται ταῦτα, τὰ γὰρ ἀπόρρητα τῆς ἐπιστολῆς γέγραπται μὲν πρὸς τὸν βασιλέα, ἔστι δ᾽ οἷα ὑπ᾽ ἐμοῦ λέγεσθαι διὰ σοῦ.’ καὶ ὀψὲ Δάμις ξυνεῖναί φησι τῆς τέχνης, τὴν μὲν γὰρ ἐπιστολὴν ἄριστά τε αὐτῷ καὶ ὑπὲρ μεγάλων ξυγγεγράφθαι, πεμφθῆναι δ᾽ ἂν καὶ δι᾽ ἑτέρου. τίς οὖν τέχνη τοῦ ἀνδρός; πάντα τὸν χρόνον, ὃν ἐβίω, [p. 341] λέγεται θαμὰ ἐπιφθέγγεσθαιλάθε βιώσας, εἰ δὲ μὴ δύναιο, λάθε ἀποβιώσας’: ἀπάγων οὖν ἑαυτοῦ τὸν Δάμιν, ἵνα μὴ ὑπὸ μάρτυσι καταλύοι, τὴν ἐπιστολὴν ἐσκήψατο καὶ τὸ ἀναφοιτῆσαι αὐτὸν ἐς τὴν Ῥώμην. αὐτὸς μὲν δὴ παθεῖν τι ἀπιὼν αὐτοῦ φησιν οὐδὲ εἰδὼς τὰ μέλλοντα, τὸν δ᾽ εὖ εἰδότα μηδὲν μέν οἱ εἰπεῖν, ὥσπερ εἰώθασιν οἱ μηκέτ᾽ ἀλλήλους ὀψόμενοι, τοσοῦτον αὐτῷ περιεῖναι τοῦ πεπεῖσθαι, ὅτι ἀεὶ ἔσται, παρεγγυῆσαι δὲ ὧδε: ‘ Δάμι, κἂν ἐπὶ σεαυτοῦ φιλοσοφῇς, ἐμὲ ὅρα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: