previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κα


ὑπὲρ Σκοπελιανοῦ τοῦ σοφιστοῦ διαλέξομαι καθαψάμενος πρότερον τῶν κακίζειν αὐτὸν πειρωμένων, ἀπαξιοῦσι γὰρ δὴ τὸν ἄνδρα τοῦ τῶν σοφιστῶν κύκλου διθυραμβώδη καλοῦντες καὶ ἀκόλαστον καὶ πεπαχυσμένον. ταυτὶ περὶ αὐτοῦ λέγουσιν οἱ λεπτολόγοι καὶ νωθροὶ καὶ μηδὲν ἀπ᾽ αὐτοσχεδίου [p. 28] γλώττης ἀναπνέοντες: φύσει μὲν γὰρ ἐπίφθονον χρῆμα ἄνθρωποι: διαβάλλουσι γοῦν τοὺς μὲν εὐμήκεις οἱ μικροί, τοὺς δὲ εὐειδεῖς οἱ πονηροὶ τὸ εἶδος, τοὺς δὲ κούφους τε καὶ δρομικοὺς οἱ βραδεῖς καὶ ἑτερόποδες, τοὺς θαρσαλέους οἱ δειλοὶ καὶ οἱ ἄμουσοι τοὺς λυρικούς, τοὺς δ᾽ ἀμφὶ παλαίστραν οἱ ἀγύμναστοι, καὶ οὐ χρὴ θαυμάζειν, εἰ πεπηδημένοι τὴν γλῶττάν τινες καὶ βοῦν ἀφωνίας ἐπ᾽ αὐτὴν βεβλημένοι καί μήτ᾽ ἂν αὐτοί τι ἐνθυμηθέντες μέγα, μήτ᾽ ἂν ἐνθυμηθέντος ἑτέρου ξυμφήσαντες διαπτύοιέν τε καὶ κακίζοιεν τὸν ἑτοιμότατα δὴ καὶ θαρραλεώτατα καὶ μεγαλειότατα τῶν ἐφ᾽ ἑαυτοῦ Ἑλλήνων ἑρμηνεύσαντα. ὡς δὲ ἠγνοήκασι τὸν ἄνδρα, ἐγὼ δηλώσω, καὶ ὁποῖον αὐτῷ καὶ τὸ τοῦ οἴκου σχῆμα.


ἀρχιερεὺς μὲν γὰρ ἐγένετο τῆς Ἀσίας αὐτός τε καὶ οἱ πρόγονοι αὐτοῦ παῖς ἐκ πατρὸς πάντες, δὲ στέφανος οὗτος πολὺς καὶ ὑπὲρ πολλῶν χρημάτων. δίδυμός τε ἀποτεχθεὶς ἄμφω μὲν ἤστην ἐν σπαργάνοις, πεμπταίων δὲ ὄντων κεραυνῷ μὲν ἐβλήθη ἕτερος, δὲ οὐδεμίαν ἐπηρώθη τῶν αἰσθήσεων ξυγκατακείμενος τῷ βληθέντι. καίτοι τὸ τῶν σκηπτῶν πῦρ οὕτω δριμὺ καὶ θειῶδες, ὡς τῶν ἀγχοῦ τοὺς μὲν ἀποκτείνειν κατ᾽ ἔκπληξιν, τῶν δὲ ἀκοάς τε καὶ ὀφθαλμοὺς σίνεσθαι, τῶν δὲ ἐς τοὺς νοῦς ἀποσκήπτειν. ἀλλ᾽ οὐδενὶ τούτων Σκοπελιανὸς ἥλω, διετέλεσε γὰρ δὴ καὶ ἐς γῆρας βαθὺ ἀκέραιός τε καὶ ἄρτιος. τουτὶ δὲ ὁπόθεν θαυμάζω, δηλῶσαί σοι βούλομαι: ἐδείπνουν μὲν κατὰ τὴν Λῆμνον ὑπὸ δρυὶ μεγάλῃ θερισταὶ ὀκτὼ περὶ τὸ καλούμενον Κέρας τῆς νήσου, τὸ δὲ χωρίον τοῦτο λιμήν ἐστιν ἐς κεραίας ἐπιστρέφων λεπτάς, νέφους δὲ τὴν δρῦν [p. 29] περισχόντος καὶ σκηπτοῦ ἐς αὐτὴν ἐκδοθέντος μὲν ἐβέβλητο, οἱ θερισταὶ δὲ ἐκπλήξεως αὐτοῖς ἐμπεσούσης, ἐφ᾽ οὗπερ ἔτυχεν ἕκαστος πράττων, οὕτως ἀπέθανεν, μὲν γὰρ κύλικα ἀναιρούμενος, δὲ πίνων, δὲ μάττων, δὲ ἐσθίων, δέ τι ποιῶν τὰς ψυχὰς ἀφῆκαν ἐπιτεθυμμένοι καὶ μέλανες, ὥσπερ οἱ χαλκοῖ τῶν ἀνδριάντων περὶ τὰς ἐμπύρους τῶν πηγῶν κεκαπνισμένοι. δὲ οὕτω τι οὐκ ἀθεεὶ ἐτρέφετο, ὡς διαφυγεῖν μέν τὸν ἐκ τοῦ σκηπτοῦ θάνατον, ὃν μηδὲ οἱ σκληρότατοι τῶν ἀγροίκων διέφυγον, ἄτρωτος δὲ μεῖναι τὰς αἰσθήσεις καὶ τὸν νοῦν ἕτοιμος καὶ ὕπνου κρείττων, καὶ γὰρ δὴ καὶ τὸ νωθρὸν αὐτοῦ ἀπῆν.


Ἐφοίτησε δὲ τοὺς ῥητορικοὺς τῶν λόγων παρὰ τὸν Σμυρναῖον Νικήτην μελετήσαντα μὲν ἐπιφανῶς, πολλῷ δὲ μεῖζον ἐν δικαστηρίοις πνεύσαντα. δεομένων δὲ τῶν Κλαζομενίων τὰς μελέτας αὐτὸν οἴκοι ποιεῖσθαι καὶ προβήσεσθαι τὰς Κλαζομενὰς ἐπὶ μέγα ἡγουμένων, εἰ τοιοῦτος δὴ ἀνὴρ ἐμπαιδεύσοι σφίσιν, τουτὶ μὲν οὐκ ἀμούσως παρῃτήσατο τὴν ἀηδόνα φήσας ἐν οἰκίσκῳ μὴ ᾄδειν, ὥσπερ δὲ ἄλσος τι τῆς ἑαυτοῦ εὐφωνίας τὴν Σμύρναν ἐσκέψατο καὶ τὴν ἠχὼ τὴν ἐκεῖ πλείστου ἀξίαν ᾠήθη. πάσης γὰρ τῆς Ἰωνίας οἷον μουσείου πεπολισμένης ἀρτιωτάτην ἐπέχει τάξιν Σμύρνα, καθάπερ ἐν τοῖς ὀργάνοις μαγάς.


αἱ δὲ αἰτίαι, δι᾽ ἃς πατὴρ ἐξ ἡμέρου τε καὶ πρᾴου χαλεπὸς αὐτῷ ἐγένετο, λέγονται μὲν ἐπὶ πολλά, καὶ γὰρ δεῖνα καὶ δεῖνα καὶ πλείους, ἀλλ᾽ ἐγὼ τὴν ἀληθεστάτην δηλώσω: μετὰ γὰρ τὴν τοῦ Σποπελιανοῦ μητέρα γυναῖκα πρεσβύτης ἤγετο ἡμίγαμόν τε καὶ οὐ κατὰ νόμους, δὲ ὁρῶν ταῦτα [p. 30] ἐνουθέτει καὶ ἀπῆγεν, τουτὶ δὲ τοῖς ἐξώροις ἀηδές. δ᾽ αὖ ξυνετίθει κατ᾽ αὐτοῦ λόγον, ὡς ἐρῶντος μὲν αὐτῆς, τὴν διαμαρτίαν δὲ μὴ καρτεροῦντος. ξυνελάμβανε δὲ αὐτῇ τῶν διαβολῶν καὶ οἰκέτης τοῦ πρεσβύτου μάγειρος, ἐπωνυμία Κύθηρος, ὑποθωπεύων, ὥσπερ ἐν δράματι, τὸν δεσπότην καὶ τοιαυτὶ λέγων: ‘ δέσποτα, βούλεταί σε υἱὸς τεθνάναι ἤδη, οὐδὲ τὸν αὐτόματον καὶ μετ᾽ οὐ πολὺ θάνατον ἐνδιδοὺς τῷ σῷ γήρᾳ, ἀλλὰ καὶ αὐτουργῶν μὲν τὴν ἐπιβουλήν, μισθούμενος δὲ καὶ τὰς ἐμὰς χεῖρας. ἔστι γὰρ αὐτῷ φάρμακα ἀνδροφόνα ἐπὶ σέ, ὧν τὸ καιριώτατον κελεύει με ἐμβαλεῖν ἐς ἕν τι τῶν ὄψων ἐλευθερίαν τε ὁμολογῶν καὶ ἀγροὺς καὶ οἰκίας καὶ χρήματα καὶ πᾶν τι βουλοίμην ἔχειν τοῦ σοῦ οἴκου, καὶ ταυτὶ μὲν πειθομένῳ εἶναι, ἀπειθοῦντι δὲ μαστίγωσίν τε καὶ στρέβλωσιν καὶ παχείας πέδας καὶ κύφωνα βαρύν.’ καὶ τοιοῖσδε θωπεύμασι περιελθὼν τὸν δεσπότην τελευτῶντος μετ᾽ οὐ πολὺ καὶ πρὸς διαθήκαις ὄντος γράφεται κληρονόμος, υἱός τε προσρηθεὶς καὶ ὀφθαλμοὶ καὶ ψυχὴ πᾶσα. καὶ οὐχὶ ταυτὶ χρὴ θαυμάζειν, ἐπεὶ πρεσβύτην ἐρῶντα ἔθελξεν ἴσως που καὶ παραπαίοντα ὑπὸ ἡλικίας καὶ αὐτοῦ τοῦ ἐρᾶνκαὶ γὰρ δὴ καὶ νέοι ἐρῶντες οὐκ ἔστιν ὅστις αὐτῶν τὸν ἑαυτοῦ νοῦν ἔχειἀλλ᾽ ὅτι καὶ τῆς τοῦ Σκοπελιανοῦ δεινότητος τε καὶ τῆς ἐν τοῖς δικαστηρίοις ἀκμῆς κρείττων ἔδοξεν ἀγωνισάμενος μὲν περὶ τῶν διαθηκῶν πρὸς αὐτόν, ἀντεκτείνας δὲ τῇ ἐκείνου δεινότητι τὸν ἐκείνου πλοῦτον: ἀπαντλῶν γὰρ τῆς οὐσίας καὶ μισθούμενος ὑπερβολαῖς χρημάτων γλώττας ὁμοῦ πάσας καὶ δικαστῶν ψήφους πανταχοῦ τὴν νικῶσαν ἀπηνέγκατο, ὅθεν Σκοπελιανὸς τὰ μὲν [p. 31] Ἀναξαγόρου μηλόβοτα εἶναι, τὰ δὲ αὑτοῦ δουλόβοτα ἔλεγεν. ἐπιφανὴς δὲ καὶ τὰ πολιτικὰ Κύθηρος γενόμενος γηράσκων ἤδη καὶ τὴν οὐσίαν ὁρῶν ὑποδιδοῦσαν καταφρονούμενός τε ἱκανῶς καί που καὶ πληγὰς λαβὼν πρὸς ἀνδρός, ὃν χρήματα ἀπαιτῶν ἐτύγχανεν, ἱκέτης τοῦ Σκοπελιανοῦ γίγνεται μνησικακίαν τε αὐτῷ παρεῖναι καὶ ὀργὴν ἀπολαβεῖν τε τὸν τοῦ πατρὸς οἶκον ἀνέντα μὲν αὐτῷ μέρος τῆς οἰκίας πολλῆς οὔσης, ὡς μὴ ἀνελευθέρως ἐνδιαιτήσηται, συγχωρήσαντα δὲ ἀγροὺς δύο τῶν ἐπὶ θαλάττῃ. καὶ Κυθήρου οἶκος ἐπωνόμασται νῦν ἔτι τὸ μέρος τῆς οἰκίας, ἐν κατεβίω. ταυτὶ μέν, ὡς μὴ ἀγνοεῖν αὐτά, συνιέναι δὲ κἀκ τούτων, ὅτι οἱ ἄνθρωποι μὴ θεοῦ μόνον, ἀλλὰ καὶ ἀλλήλων παίγνια.


Σκοπελιανοῦ δὲ σπουδάζοντος ἐν τῇ Σμύρνῃ ξυμφοιτᾶν μὲν ἐς αὐτὴν Ἴωνάς τε καὶ Λυδοὺς καὶ Κᾶρας καὶ Μαίονας Αἰολέας τε καὶ τοὺς ἐκ ΜυσῶνἝλληνας καὶ Φρυγῶν οὔπω μέγα, ἀγχίθυρος γὰρ τοῖς ἔθνεσι τούτοις Σμύρνα καιρίως ἔχουσα τῶν γῆς καὶ θαλάττης πυλῶν, δὲ ἦγε μὲν Καππαδόκας τε καὶ Ἀσσυρίους, ἦγε δὲ Αἰγυπτίους καὶ Φοίνικας Ἀχαιῶν τε τοὺς εὐδοκιμωτέρους καὶ νεότητα τὴν ἐξ Ἀθηνῶν ἅπασαν. δόξαν μὲν οὖν ἐς τοὺς πολλοὺς παραδεδώκει ῥᾳστώνης τε καὶ ἀμελείας, ἐπειδὴ τὸν πρὸ τῆς μελέτης καιρὸν ξυνῆν ὡς ἐπὶ πολὺ τοῖς τῶν Σμυρναίων τέλεσιν ὑπὲρ τῶν πολιτικῶν, δὲ ἀπεχρῆτο μὲν καὶ τῇ φύσει λαμπρᾷ τε οὔσῃ καὶ μεγαλογνώμονι, καὶ τὸν μεθ᾽ ἡμέραν καιρὸν ἧττον ἐσπούδαζεν, ἀυπνότατος δ᾽ ἀνθρώπων γενόμενος νύξ’, ἔλεγεσὺ γὰρ δὴ πλεῖστον σοφίας μετέχεις μέρος θεῶν’, ξυνεργὸν δὲ αὐτὴν ἐποιεῖτο τῶν ἑαυτοῦ φροντισμάτων. λέγεται γοῦν καὶ ἐς ὄρθρον [p. 32] ἀποτεῖναι σπουδάζων ἀπὸ ἑσπέρας. προσέκειτο μὲν οὖν ἅπασι ποιήμασι, τραγῳδίας δὲ ἐνεφορεῖτο, ἀγωνιζόμενος πρὸς τὴν τοῦ διδασκάλου μεγαλοφωνίανἀπὸ γὰρ τούτου τοῦ μέρους Νικήτης σφόδρα ἐθαυμάζετο δὲ οὕτω τι μεγαλοφωνίας ἐπὶ μεῖζον ἤλασεν, ὡς καὶ Γιγαντίαν ξυνθεῖναι παραδοῦναί τε Ὁμηρίδαις ἀφορμὰς ἐς τὸν λόγον. ὡμίλει δὲ σοφιστῶν μὲν μάλιστα Γοργίᾳ τῷ Λεοντίνῳ, ῥητόρων δὲ τοῖς λαμπρὸν ἠχοῦσιν. τὸ δὲ ἐπίχαρι φύσει μᾶλλον εἶχεν μελέτῃ, πρὸς φύσεως μὲν γὰρ τοῖς Ἰωνικοῖς τὸ ἀστείζεσθαι, τῷ δ᾽ αὖ καὶ ἐπὶ τῶν λόγων τοῦ φιλόγελω περιῆν, τὸ γὰρ κατηφὲς δυσξύμβολόν τε καὶ ἀηδὲς ἡγεῖτο. παρῄει δὲ καὶ ἐς τοὺς δήμους ἀνειμένῳ τε καὶ διακεχυμένῳ τῷ προσώπῳ, καὶ πολλῷ πλέον, ὅτε ξὺν ὀργῇ ἐκκλησιάζοιεν, ἀνιεὶς αὐτοὺς καὶ διαπραύνων τῇ τοῦ εἴδους εὐθυμίᾳ. τὸ δὲ ἐν τοῖς δικαστηρίοις ἦθος οὔτε φιλοχρήματος οὔτε φιλολοίδορος: προῖκα μὲν γὰρ ξυνέταττεν ἑαυτὸν τοῖς ὑπὲρ ψυχῆς κινδυνεύουσι, τοὺς δὲ λοιδορουμένους ἐν τοῖς λόγοις καὶ θυμοῦ τινα ἐπίδειξιν ἡγουμένους ποιεῖσθαι γραίδια ἐκάλει μεθύοντα καὶ λυττῶντα. τὰς δὲ μελέτας μισθοῦ μὲν ἐποιεῖτο, δὲ μισθὸς ἦν ἄλλος ἄλλου καὶ ὡς ἕκαστος οἴκου εἶχεν, παρῄει τε ἐς αὐτοὺς οὔθ᾽ ὑπερφρονῶν καὶ σεσοβημένος, οὔθ᾽ ὥσπερ οἱ δεδιότες, ἀλλ᾽ ὡς εἰκὸς ἦν τὸν ἀγωνιῶντα μὲν ὑπὲρ τῆς ἑαυτοῦ δόξης, θαρροῦντα δὲ τῷ μὴ ἂν σφαλῆναι. διελέγετο δὲ ἀπὸ μὲν τοῦ θρόνου ξὺν ἁβρότητι, ὅτε δὲ ὀρθὸς διαλέγοιτο, ἐπιστροφήν τε εἶχεν λόγος καὶ ἔρρωτο. καὶ ἐπεσκοπεῖτο οὐκ ἔνδον, οὐδ᾽ ἐν τῷ ὁμίλῳ, ἀλλ᾽ ὑπεξιὼν ἐν βραχεῖ τοῦ καιροῦ διεώρα πάντα. περιῆν δὲ αὐτῷ καὶ εὐφωνίας, καὶ τὸ φθέγμα ἡδονὴν εἶχε τὸν τε μηρὸν θαμὰ [p. 33] ἔπληττεν ἑαυτόν τε ὑπεγείρων καὶ τοὺς ἀκροωμένους. ἄριστος μὲν οὖν καὶ σχηματίσαι λόγον καὶ ἐπαμφοτέρως εἰπεῖν, θαυμασιώτερος δὲ περὶ τὰς ἀκμαιοτέρας τῶν ὑποθέσεων καὶ πολλῷ πλέον περὶ τὰς Μηδικάς, ἐν αἷς οἱ Δαρεῖοί τέ εἰσι καὶ οἱ Ξέρξαι, ταύτας γὰρ αὐτός τέ μοι δοκεῖ ἄριστα σοφιστῶν ἑρμηνεῦσαι παραδοῦναί τε τοῖς ἐπιγιγνομένοις ἑρμηνεύειν, καὶ γὰρ φρόνημα ἐν αὐταῖς ὑπεκρίνετο καὶ κουφότητα τὴν ἐν τοῖς βαρβάροις ἤθεσιν. ἐλέγετο καὶ σείεσθαι μάλλον ἐν ταύταις, ὥσπερ βακχεύων, καί τινος τῶν ἀμφὶ τὸν Πολέμωνα τυμπανίζειν αὐτὸν φήσαντος λαβόμενος Σκοπελιανὸς τοῦ σκώμματοςτυμπανίζω μέν’, εἶπενἀλλὰ τῇ τοῦ Αἴαντος ἀσπίδι.’


βασίλειοι δὲ αὐτοῦ πρεσβεῖαι πολλαὶ μέν, καὶ γάρ τις καὶ ἀγαθὴ τύχη ξυνηκολούθει πρεσβεύοντι, ἀρίστη δὲ ὑπὲρ τῶν ἀμπέλων: οὐ γὰρ ὑπὲρ Σμυρναίων μόνων, ὥσπερ αἱ πλείους, ἀλλ᾽ ὑπὲρ τῆς Ἀσίας ὁμοῦ πάσης ἐπρεσβεύθη. τὸν δὲ νοῦν τῆς πρεσβείας ἐγὼ δηλώσω: ἐδόκει τῷ βασιλεῖ μὴ εἶναι τῇ Ἀσίᾳ ἀμπέλους, ἐπειδὴ ἐν οἴνῳ στασιάζειν ἔδοξαν, ἀλλ᾽ ἐξῃρῆσθαι μὲν τὰς ἤδη πεφυτευμένας, ἄλλας δὲ μὴ φυτεύειν ἔτι. ἔδει δὴ πρεσβείας ἀπὸ τοῦ κοινοῦ καὶ ἀνδρός, ὃς ἔμελλεν ὥσπερ Ὀρφεύς τις Θάμυρις ὑπὲρ αὐτῶν θέλξειν. αἱροῦνται τοίνυν Σκοπελιανὸν πάντες, δ᾽ οὕτω τι ἐκ περιουσίας ἐκράτει τὴν πρεσβείαν, ὡς μὴ μόνον τὸ ἐξεῖναι φυτεύειν ἐπανελθεῖν ἔχων, ἀλλὰ καὶ ἐπιτίμια κατὰ τῶν μὴ φυτευόντων. ὡς δὲ ηὐδοκίμησε τὸν ἀγῶνα τὸν ὑπὲρ τῶν ἀμπέλων, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, γὰρ λόγος ἐν τοῖς θαυμασιωτάτοις, δηλοῖ δὲ καὶ τὰ ἐπὶ τῷ λόγῳ, δώρων τε γὰρ ἐπ᾽ αὐτῷ ἔτυχεν, [p. 34] νομίζεται παρὰ βασιλεῖ, πολλῶν τε προσρήσεών τε καὶ ἐπαίνων, νεότης τε αὐτῷ λαμπρὰ ξυνηκολούθησεν ἐς Ἰωνίαν σοφίας ἐρῶντες.


ἐπεὶ δὲ Ἀθήνησιν ἐγένετο, ποιεῖται αὐτὸν ξένον Ἡρώδου τοῦ σοφιστοῦ πατὴρ Ἀττικὸς θαυμάζων ἐπὶ ῥητορικῇ μᾶλλον τὸν Γοργίαν ποτὲ Θετταλοί. ὁπόσοι γοῦν τῶν πάλαι ῥητόρων ἑρμαῖ ἦσαν ἐν τοῖς τῆς οἰκίας δρόμοις, ἐκέλευε τούτους βάλλεσθαι λίθοις, ὡς διεφθορότας αὐτῷ τὸν υἱόν. μειράκιον μὲν δὴ ἐτύγχανεν ὢν Ἡρώδης τότε καὶ ὑπὸ τῷ πατρὶ ἔτι, τοῦ δὲ αὐτοσχεδιάζειν ἤρα μόνου, οὐ μὴν ἐθάρρει γε αὐτό, οὐδὲ γὰρ τῷ Σκοπελιανῷ ξυγγεγονὼς ἦν ἐς ἐκεῖνό πω τοῦ χρόνου, οὐδ᾽ ἥτις τῶν αὐτοσχεδίων ὁρμὴ γιγνώσκων, ὅθεν ἀσμένῳ οἱ ἐγένετο ἐπιδημία τοῦ ἀνδρός: ἐπειδὴ γὰρ λέγοντος ἤκουσε καὶ διατιθεμένου τὸν αὐτοσχέδιον, ἐπτερώθη ὑπ᾽ αὐτοῦ καὶ ἡτοιμάσθη, καὶ τὸν πατέρα δὲ ἧσαι διανοηθεὶς ἀπαγγέλλει οἱ μελέτην ἐς τὴν ἰδέαν τοῦ ξένου. πατὴρ δὲ ἠγάσθη τε αὐτὸν τῆς μιμήσεως καὶ πεντακόσια. ἔδωκεν αὐτῷ τάλαντα, ἔδωκε δὲ καὶ αὐτῷ τῷ Σκοπελιανῷ πεντεκαίδεκα, δέ, ὅσαπερ πατήρ, τοσαῦτα ἀπὸ τῆς ἑαυτοῦ δωρεᾶς προσέδωκεν αὐτῷ, ἔτι καὶ διδάσκαλον ἑαυτοῦ προσειπών. τουτὶ δὲ συνιέντι Ἡρώδου καὶ τῶν τοῦ Πακτωλοῦ πηγῶν ἥδιον.


τὴν δὲ εὐτυχίαν, περὶ τὰς πρεσβείας ἐχρῆτο, ξυμβάλλειν ἐστὶ καὶ τοῖσδε: ἔδει μὲν γὰρ τοῖς Σμυρναίοις τοῦ πρεσβεύσοντος ὑπὲρ αὐτῶν ἀνδρός, πρεσβεία δὲ ἦν ὑπὲρ τῶν μεγίστων. μὲν δὴ ἐγήρασκεν ἤδη καὶ τοῦ ἀποδημεῖν ἐξώρως εἶχεν, ἐχειροτονεῖτο δὲ Πολέμων οὔπω πεπρεσβευκὼς πρότερον. εὐξάμενος οὖν ὑπὲρ τῆς ἀγαθῆς τύχης [p. 35] ἐδεῖτο γενέσθαι οἱ τὴν τοῦ Σκοπελιανοῦ πειθώ, καὶ περιβαλὼν αὐτὸν ἐπὶ τῆς ἐκκλησίας

δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,
αἴ κ᾽ ἐμὲ σοὶ ἴσκωσι,
μάλα ἀστείως Πολέμων τὰ ἐκ Πατροκλείας ἐπεῖπεν τῷ ἀνδρί. καὶ Ἀπολλώνιος δὲ Τυανεὺς ὑπερενεγκὼν σοφίᾳ τὴν ἀνθρωπίνην φύσιν τὸν Σκοπελιανὸν ἐν θαυμασίοις τάττει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: