previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κς


ἀνὴρ ἐλλογιμώτατος καὶ Ἡρακλείδης Λύκιος καὶ τὰ οἴκοι μέν, ἐπειδὴ πατέρων τε ἀγαθῶν ἔφυ καὶ ἀρχιερεὺς Λυκίων ἐγένετο, τὴν δὲ λειτουργησίαν οὖσαν οὐ μεγάλου ἔθνους Ῥωμαίων μεγάλων ἀξιοῦσιν ὑπὲρ ξυμμαχίας, οἶμαι, παλαιᾶς, ἐλλογιμώτερος δὲ Ἡρακλείδης τὰ σοφιστικά, ἀποχρῶν μὲν γὰρ ξυνεῖναι, ἀποχρῶν δὲ ἑρμηνεῦσαι καὶ [p. 113] τοὺς ἀγῶνας ἀπέριττος καὶ τὰς πανηγυρικὰς ἐννοίας οὐχ ὑπερβακχεύων.


ἐκπεσὼν δὲ τοῦ θρόνου τοῦ Ἀθήνησι ξυστάντων ἐπ᾽ αὐτὸν τῶν Ἀπολλωνίου τοῦ Ναυκρατίτου ἑταίρων, ὧν πρῶτος καὶ μέσος καὶ τελευταῖος Μαρκιανὸς ἐκ Δολίχης ἐγένετο, ἐπὶ τὴν Σμύρναν ἐτράπετο θύουσαν μάλιστα δὴ πόλεων ταῖς τῶν σοφιστῶν Μούσαις. νεότητα μὲν οὖν Ἰωνικήν τε καὶ Λύδιον καὶ τὴν ἐκ Φρυγῶν καὶ Καρίας ξυνδραμεῖν ἐς Ἰωνίαν κατὰ ξυνουσίαν τοῦ ἀνδρὸς οὔπω μέγα, ἐπειδὴ ἀγχίθυρος ἁπάσαις Σμύρνα, δὲ ἦγε μὲν καὶ τὸ ἐκ τῆς Εὐρώπης Ἑλληνικόν, ἦγε δὲ τοὺς ἐκ τῆς ἑῴας νέους, πολλοὺς δὲ ἦγεν Αἰγυπτίων οὐκ ἀνηκόους αὐτοῦ ὄντας, ἐπειδὴ Πτολεμαίῳ τῷ Ναυκρατίτῃ κατὰ Αἴγυπτον περὶ σοφίας ἤρισεν. ἐνέπλησε μὲν δὴ τὴν Σμύρναν ὁμίλου λαμπροῦ, ὤνησε δὲ καὶ πλείω ἕτερα, ἐγὼ δηλώσω: πόλις ἐς ξένους πολλοὺς ἐπεστραμμένη ἄλλως τε καὶ σοφίας ἐρῶντας σωφρόνως μὲν βουλεύσει, σωφρόνως δὲ ἐκκλησιάσει φυλαττομένη δήπου τὸ ἐν πολλοῖς τε καὶ σπουδαίοις κακὴ ἁλίσκεσθαι, ἱερῶν τε ἐπιμελήσεται καὶ γυμνασίων καὶ κρηνῶν καὶ στοῶν, ἵνα ἀποχρῶσα τῷ ὁμίλῳ φαίνοιτο. ἑ̣̣̓ δὲ καὶ ναύκληρος πόλις εἴη, καθάπερ Σμύρνα, πολλὰ καὶ ἄφθονα αὐτοῖς θάλασσα δώσει. ξυνήρατο δὲ τῇ Σμύρνῃ καὶ τοῦ εἴδους ἐλαίου κρήνην ἐπισκευάσας ἐν τῷ τοῦ Ἀσκληπιοῦ γυμνασίῳ χρυσῆν τοῦ ὀρόφου, καὶ τὴν στεφανηφόρον ἀρχὴν παρ᾽ αὐτοῖς ἦρξεν, ἀφ᾽ ὧν τοῖς ἐνιαυτοῖς τίθενται Σμυρναῖοι τὰ ὀνόματα.


ἐπὶ Σεβήρου δὲ αὐτοκράτορός φασιν αὐτὸν σχεδίου λόγου ἐκπεσεῖν αὐλὴν καὶ δορυφόρους δείσαντα. τουτὶ δὲ ἀγοραῖος μέν τις παθὼν κἂν [p. 114] αἰτίαν λάβοι, τὸ γὰρ τῶν ἀγοραίων ἔθνος ἰταμοὶ καὶ θρασεῖς, σοφιστὴς δὲ ξυσπουδάζων μειρακίοις τὸ πολὺ τῆς ἡμέρας πῶς ἂν ἀντίσχοι ἐκπλήξει; ἐκκρούει γὰρ σχεδίου λόγου καὶ ἀκροατὴς σεμνῷ προσώπῳ καὶ βραδὺς ἔπαινος καὶ τὸ μὴ κροτεῖσθαι συνήθως, εἰ δὲ καί φθόνου ὑποκαθημένου ἑαυτὸν αἴσθοιτο, ὥσπερ Ἡρακλείδης τὸν τοῦ Ἀντιπάτρου τότε ὑφεωρᾶτο, ἧττον μὲν ἐνθυμηθήσεται, ἧττον δὲ εὐροήσει, αἱ γὰρ τοιαίδε ὑποψίαι γνώμης ἀχλὺς καὶ δεσμὰ γλώττης.


ἱερὰς δὲ λέγεται κέδρους ἐκτεμὼν δημευθῆναι τὸ πολὺ τῆς οὐσίας, ὅτε δὴ καὶ ἀπιόντι αὐτῷ τοῦ δικαστηρίου ἐπηκολούθουν μὲν οἱ γνώριμοι παραμυθούμενοί τε καὶ ἀνέχοντες τὸν ἄνδρα, ἑνὸς δὲ αὐτῶν εἰπόντοςἀλλ᾽ οὐ μελέτην ἀφαιρήσεταί τις, Ἡρακλείδη, οὐδὲ τὸ ἐπ᾽ αὐτῇ κλέος’, καὶ ἐπιρραψῳδήσαντος αὐτῷ τὸεἷς δή που λοιπὸς κατερύκεται εὐρέϊ’ — ‘φίσκῳἔφη, ἀστειότατα δὴ ἐπιπαίξας τοῖς ἑαυτοῦ κακοῖς.


δοκεῖ δὲ μάλιστα σοφιστῶν οὗτος τὴν ἐπιστήμην πόνῳ κατακτήσασθαι μὴ ξυγχωρούσης αὐτῷ τῆς φύσεως, καὶ ἔστιν αὐτῷ φρόντισμα οὐκ ἀηδές, βιβλίον ξύμμετρον, ἐπιγέγραπται Πόνου ἐγκώμιον, τὸ δὲ βιβλίον τοῦτο πρὸ χειρῶν ἔχων ἐνέτυχε Πτολεμαίῳ τῷ σοφιστῇ κατὰ τὴν Ναύκρατιν, δὲ ἤρετο αὐτόν, τι σπουδάζοι, τοῦ δὲ εἰπόντος, ὅτι πόνου εἴη ἐγκώμιον, αἰτήσας Πτολεμαῖος τὸ βιβλίον καὶ ἀπαλείψας τὸ πῖὥρα σοιἔφηἀναγιγνώσκειν τὸ ὄνομα τοῦ ἐγκωμίου’. καὶ αἱ διαλέξεις δέ, ἃς Ἀπολλώνιος Ναυκρατίτης κατ᾽ αὐτοῦ διελέγετο, ὡς νωθροῦ καθάπτονται καὶ μοχθοῦντος.


Ἡρακλείδου διδάσκαλοι Ἡρώδης μὲν τῶν οὐκ [p. 115] ἀληθῶς πεπιστευμένων, Ἀδριανὸς δὲ καὶ Χρῆστος ἐν γνησίοις, καὶ Ἀριστοκλέους δὲ ἠκροᾶσθαι αὐτὸν μὴ ἀπιστῶμεν. λέγεται δὲ καὶ γαστρὶ κοίλῃ χρήσασθαι καὶ πλεῖστα ὀψοφαγῆσαι, καὶ πολυφαγία αὕτη ἐς οὐδὲν αὐτῷ ἀποσκῆψαι. ἐτελεύτα γοῦν ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη ἄρτιος τὸ σῶμα καὶ τάφος μὲν αὐτῷ Λυκία λέγεται, ἐτελεύτα δὲ ἐπὶ θυγατρὶ καὶ ἀπελευθέροις οὐ σπουδαίοις, ὑφ᾽ ὧν καὶ τὴν Ῥητορικὴν ἐκληρονομήθη: δὲ Ῥητορικὴ γήδιον δεκατάλαντον ἦν αὐτῷ κατὰ τὴν Σμύρναν ἐωνημένον ἐκ τῶν ἀκροάσεων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: