previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



οἱ δὲ ποιούμενοι κατηγορίαν τῶν Ἡρώδου χειρῶν ὡς ἐπενεχθεισῶν Ἀντωνίνῳ ἐν τῇ Ἴδῃ τῷ ὄρει κατὰ χρόνους, οὓς μὲν τῶν ἐλευθέρων πόλεων, δὲ πασῶν τῶν κατὰ τὴν Ἀσίαν ἦρχον, ἠγνοηκέναι μοι δοκοῦσι τὸν Δημοστράτου πρὸς τὸν Ἡρώδην ἀγῶνα, ἐν πλεῖστα διαβάλλων αὐτὸν οὐδαμοῦ τῆς παροινίας ταύτης ἐπεμνήσθη, ἐπεὶ μηδὲ ἐγένετο. ὠθισμὸς μὲν γάρ τις αὐτοῖς ξυνέπεσεν, ὡς ἐν δυσχωρίᾳ καὶ στενοῖς, αἱ δὲ χεῖρες οὐδὲν παρηνόμησαν, ὥστε οὐκ ἂν παρῆκεν Δημόστρατος διελθεῖν αὐτὰ ἐν τῇ πρὸς τὸν Ἡρώδην δίκῃ πικρῶς οὕτω καθαψάμενος τοῦ ἀνδρός, ὡς διαβάλλειν αὐτοῦ καὶ τὰ ἐπαινούμενα. ἦλθεν ἐπὶ τὸν Ἡρώδην καὶ φόνου δίκη ὧδε ξυντεθεῖσα: κύειν μὲν αὐτῷ τὴν γυναῖκα Ῥήγιλλαν ὄγδοόν που μῆνα, τὸν δὲ Ἡρώδην οὐχ ὑπὲρ μεγάλων Ἀλκιμέδοντι ἀπελευθέρῳ προστάξαι τυπτῆσαι αὐτήν, πληγεῖσαν δὲ ἐς τὴν γαστέρα τὴν γυναῖκα ἀποθανεῖν ἐν ὠμῷ τῷ τόκῳ. ἐπὶ τούτοις ὡς ἀληθέσι γράφεται αὐτὸν φόνου Βραδούας τῆς Ῥηγίλλης ἀδελφὸς εὐδοκιμώτατος ὢν ἐν ὑπάτοις καὶ τὸ ξύμβολον τῆς εὐγενείας περιηρτημένος τῷ ὑποδήματι, τοῦτο δέ ἐστιν ἐπισφύριον ἐλεφάντινον μηνοειδές, καὶ παρελθὼν ἐς τὸ Ῥωμαίων βουλευτήριον πιθανὸν μὲν οὐδὲν διῄει περὶ τῆς αἰτίας, ἣν ἐπῆγεν, ἑαυτοῦ δὲ ἔπαινον ἐμακρηγόρει περὶ τοῦ γένους, ὅθεν ἐπισκώπτων [p. 64] αὐτὸν Ἡρώδηςσὺἔφητὴν εὐγένειαν ἐν τοῖς ἀστραγάλοις ἔχεις.’ μεγαλαυχουμένου δὲ τοῦ κατηγόρου καὶ ἐπ᾽ εὐεργεσίᾳ μιᾶς τῶν ἐν Ἰταλίᾳ πόλεων μάλα γενναίως Ἡρώδηςκἀγὼἔφηπολλὰ τοιαῦτα περὶ ἐμαυτοῦ διῄειν ἄν, εἰ ἐν ἁπάσῃ τῇ γῇ ἐκρινόμην.’ ξυνήρατο δὲ αὐτῷ τῆς ἀπολογίας πρῶτον μὲν τὸ μηδὲν προστάξαι τοιοῦτον ἐπὶ τὴν Ῥήγιλλαν, ἔπειτα τὸ ὑπερπενθῆσαι ἀποθανοῦσαν: διεβάλλετο μὲν γὰρ καὶ ταῦτα ὡς πλάσμα, ἀλλ᾽ ὅμως τἀληθὲς ἴσχυεν, οὐ γάρ ποτε οὔτ᾽ ἂν θέατρον αὐτῇ ἀναθεῖναι τοιοῦτον, οὔτ᾽ ἂν δευτέραν κλήρωσιν τῆς ὑπάτου ἀρχῆς ἐπ᾽ αὐτῇ ἀναβαλέσθαι μὴ καθαρῶς ἔχοντα τῆς αἰτίας, οὔτ᾽ ἂν τὸν κόσμον αὐτῆς ἐς τὸ ἐν Ἐλευσῖνι ἱερὸν ἀναθεῖναι φέροντα φόνῳ μεμιασμένον, τουτὶ γὰρ τιμωροὺς τοῦ φόνου ποιοῦντος ἦν τὰς θεὰς μᾶλλον ξυγγνώμονας. δὲ καὶ τὸ σχῆμα τῆς οἰκίας ἐπ᾽ αὐτῇ ὑπήλλαξε μελαίνων τὰ τῶν οἴκων ἄνθη παραπετάσμασι καὶ χρώμασι καὶ λίθῳ Λεσβίῳκατηφὴς δὲ λίθος καὶ μέλαςὑπὲρ ὧν λέγεται καὶ Λούκιος ἀνὴρ σοφὸς ἐς ξυμβουλίαν τῷ Ἡρώδῃ καθιστάμενος, ὡς οὐκ ἔπειθε μεταβαλεῖν αὐτὸν διασκῶψαι. ἄξιον δὲ μηδὲ τοῦτο παρελθεῖν λόγου παρὰ τοῖς σπουδαίοις ἀξιούμενον:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: