περιεσκόπει δὲ τὰ ὅπλα. δορὰς δὲ παρδάλεων ἐνῆπτο
τοῖς ὤμοις, αὐχμὸν δὲ προσιζάνειν ταῖς κόμαις οὐδὲ
ὁπότε μάχοιτο, ἠνείχετο, ἔστιλβε δὲ καὶ τοὺς ὄνυχας
τῶν χειρῶν, καὶ ὑπόγρυπος ἦν καὶ λευκὸς καὶ τὸ ὄμμα
ἐγέγραπτο, ἡ δὲ ἑτέρα ὀφρὺς ὑπερῆρε τοῦ ὄμματος.
Ἕλενος δὲ καὶ Δηίφοβος καὶ Πολυδάμας
ξυνέβαινον μὲν ἀλλήλοις τὰς μάχας καὶ ταὐτὸν
ἐφέροντο τῆς ῥώμης, εὐδόκιμοι δὲ τὰς ξυμβουλίας
ἦσαν, ὁ δὲ Ἕλενος καὶ μαντικῆς ἥπτετο ἴσα τῷ Κάλχαντι.
περὶ δὲ Εὐφόρβου τοῦ Πάνθου καὶ ὡς γένοιτό
τις ἐν Τροίᾳ Εὔφορβος καὶ ἀποθάνοι ὑπὸ τοῦ Μενέλεω,
τὸν Πυθαγόρου, οἶμαι, τοῦ Σαμίου λόγον
ἤκουσας: ἔλεγε γὰρ δὴ ὁ Πυθαγόρας Εὔφορβος
γεγονέναι μεταφῦναί τε Ἴων μὲν ἐκ Τρωός, σοφὸς
δὲ ἐκ πολεμικοῦ, κεκολασμένος δὲ ἐκ τρυφῶντος,
τήν τε κόμην, ἣν σοφὸς γενόμενος ἐκόσμει τῷ αὐχμῷ,
χρυσῆν ἐν Τροίᾳ ἐποιεῖτο, ὁπότ᾽ ἦν Εὔφορβος.
ὁ δὲ Πρωτεσίλεως τὸν Εὔφορβον ἥλικα ἑαυτοῦ ἡγεῖται
καὶ ἐλεεῖ καὶ ὁμολογεῖ τὸν Πάτροκλον ὑπ᾽ αὐτοῦ
τρωθέντα παραδοθῆναι τῷ Ἕκτορι, εἰ δὲ ἐς ἄνδρας
ἦλθεν, οὐδὲν ἄν φησιν αὐτὸν κακίω νομισθῆναι
τοῦ Ἕκτορος. τὴν μέν γε ὥραν αὐτοῦ καὶ τοὺς
[p. 193]
Ἀχαιούς φησι θέλγειν: ἐοικέναι γὰρ αὐτὸν ἀγάλματι,
ὁπότε μάλιστα ἑαυτοῦ ὁ Ἀπόλλων ἀκερσεκόμης τε
καὶ ἁβρὸς φαίνοιτο.
ταῦτα, ξένε, περὶ τῶν Τρώων δίεισιν ὁ θεῖός
τε καὶ ἀγαθὸς ἥρως. λοιπὸν δ᾽ ἡμῖν ἴσως τὸν τοῦ
Ἀχιλλέως ἀποτελέσαι λόγον, εἰ μὴ ἀπείρηκας πρὸς
τὸ μῆκος.
Φοῖνιξ
εἰ οἱ τοῦ λωτοῦ παρ᾽ Ὁμήρῳ φαγόντες, ὦ
ἀμπελουργέ, προθύμως οὕτως προσέκειντο τῇ πόᾳ,
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.