previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ βάρβαροι χρώμενοι θυμῷ πανδημεὶ ἐπὶ Ῥωμαίους αὖθις, οὐδένα σφῶν ἀπολιπόντες, ἐστράτευσαν, καὶ καταθεῖν τὰ ἐν Βυζακίῳ χωρία ἤρξαντο, οὐδεμιᾶς ἡλικίας τῶν σφίσι παραπιπτόντων φειδόμενοι. [2] ἄρτι τε Σολόμωνι ἐς Καρχηδόνα ἐληλακότι βάρβαροι πλήθει μεγάλῳ ἐς Βυζάκιον ἐληλυθέναι καὶ ληίζεσθαι πάντα τὰ ἐκείνῃ ἠγγέλλοντο. ἄρας οὖν κατὰ [p. 306] τάχος παντὶ τῷ στρατῷ ἐπ̓ αὐτοὺς ᾔει. [3] γενόμενος δὲ ἐν Βουργάωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο, ἡμέρας μέν τινας ἀντεκάθητο, ὅπως, ἐπειδὰν τάχιστα ἐν τῷ ὁμαλεῖ γένωνται οἱ Μαυρούσιοι, τῆς ξυμβολῆς ἄρχοι. [4] ὡς δὲ ἐκεῖνοι ἐν τῷ ὄρει ἔμενον, διεῖπέ τε ὡς ἐς μάχην καὶ διεκόσμει τὸ στράτευμα, οἱ δὲ Μαυρούσιοι ἐς μὲν τὸ πεδίον ἥκιστα Ῥωμαίοις τὸ λοιπὸν ἐς μάχην ἰέναι διενοοῦντο ῾ἤδη γὰρ αὐτοὺς ἄμαχόν τι δέος ἐσῄεἰ, ἐν δὲ τῷ ὄρει ἤλπιζον ῥᾷον αὐτῶν περιέσεσθαι τῷ πολέμῳ. [5] ἔστι δὲ τὸ ὄρος Βουργάων ἐπὶ πλεῖστον μὲν ἀπότομον καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον δεινῶς ἄβατον, τὰ δὲ πρὸς ἑσπέραν εὐέφοδόν τε καὶ ὑπτίως ἔχον. [6] καὶ σκοπέλω ὑψηλὼ δύο ἀνέχετον νάπην τινὰ ἐν μέσῳ σφῶν ἐργαζομένω, στενὴν μὲν κομιδῆ, ἐς βάθος δέ τι ἄφατον κατατείνουσαν. [7] οἱ δὲ βάρβαροι τὴν μὲν ἄκραν τοῦ ὄρους ἀπέλιπον ἀνδρῶν ἔρημον, οὐδὲν ἐνθένδε πολέμιον οἰόμενοι σφίσιν ἔσεσθαι: ὁμοίως δὲ καὶ τὸν ἀμφὶ τὸν πρόποδα χῶρον ἔλιπον οὗ δὴ εὐπρόσοδος Βουργάων ἦν. [8] κατὰ δὲ τὰ μέσα στρατοπεδευσάμενοι ἔμενον, ὅπως, ἢν οἱ πολέμιοι ἐπὶ σφᾶς ἀνιόντες μάχης ἄρξωσιν, αὐτοὶ ἤδη ὕπερθεν ἐκείνων γενόμενοι κατὰ κορυφὴν βάλλωσιν. [9] ἦσαν δὲ αὐτοῖς ἐν τῷ ὄρει καὶ ἵπποι πολλοὶ ἐς φυγὴν παρεσκευασμένοι, ἐς τὴν δίωξιν, ἢν τῆς μάχης κρατήσωσι. [10] Σολόμων δέ, ἐπεὶ εἶδε τοὺς Μαυρουσίους οὐκέτι ἐν τῷ ὁμαλεῖ ἐθέλοντας διαμάχεσθαι, καὶ ἅμα τῇ προσεδρείᾳ τὸ Ῥωμαίων στράτευμα ἐν χωρίῳ [p. 308] ἐρήμῳ ἤχθετο, ἐς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐν Βουργάωνι ἠπείγετο. [11] ἰδὼν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τῷ τῶν ἐναντίων ὁμίλῳ πολυπλασίῳ ἐν τῇ προτέρᾳ μάχῃ γεγενημένῳ, ξυγκαλέσας τὸ πλῆθος ἔλεξε τοιάδε: [12]Τὸ μὲν δέος πρὸς ὑμᾶς οἱ πολέμιοι χρῶνται, οὐχ ἑτέρου του κατηγόρου δεῖται, ἀλλ̓ αὐτεπάγγελτον ἐξελήλεγκται τὴν οἴκοθεν ἐπαγόμενον μαρτυρίαν [13] ὁρᾶτε γὰρ δή που τοὺς ἐναντίους εἰς τόσας μὲν καὶ τόσας μυριάδας συνειλεγμένους, οὐ τολμῶντας δὲ ἡμῖν εἰς τὸ πεδίον καταβαίνοντας ξυμβαλεῖν, οὐδὲ πιστεύειν ἐπὶ σφίσιν αὐτοῖς ἔχοντας ἀλλ̓ εἰς τὴν τοῦ χωρίου τούτου δυσκολίαν καταφυγόντας. [14] ὥστε ὑμῖν οὐδέ τι ἐγκελεύεσθαι ἔν γε τῷ παρόντι ἐπάναγκες. οἷς γὰρ τὰ πράγματα καὶ τῶν πολεμίων ἀσθένεια τὸ θαρσεῖν δίδωσιν, οὐδὲν οἶμαι τῆς ἐκ τῶν λόγων ὠφελείας προσδεῖ. [15] τοσοῦτον δὲ ὑπομνῆσαι ὑμᾶς δεήσἑ̣̣̓ ὡς, ἢν μετὰ εὐψυχίας καὶ τήνδε τὴν ξυμβολὴν διενέγκωμεν, λελείψεται ἡμῖν, Βανδίλων τε νενικημένων καὶ Μαυρουσίων εἰς ταὐτὸ τύχης ἐληλακότων, τῶν Λιβύης ἀγαθῶν ἀπόνασθαι πάντων, οὐδὲν τι καὶ πολέμιον ἐννοεῖν ἔχουσιν [16] ὅπως δὲ μὴ κατὰ κορυφὴν ὑμᾶς οἱ πολέμιο βάλλωσι, μηδέ τι ἐκ τοῦ χωρίου ἡμῖν γίγνοιτο βλάβος, ἐγὼ προνοήσω.’ [17] Τοσαῦτα παρακελευσάμενος Σολόμων, Θεόδωρον ἐκέλευεν, ὃς τῶν ἐξκουβιτώρων ἡγεῖτ̣̣̔̓ [p. 310] ῾οὕτω γὰρ τοὺς φύλακας Ῥωμαῖοι καλοῦσἰ, πεζοὺς χιλίους ἐπαγαγόμενον ἀμφὶ δείλην ὀψίαν ἔχοντά τε καὶ τῶν σημείων τινὰ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον τοῦ Βουργάωνος λάθρα ἀναβῆναι, οὗ μάλιστα δύσοδόν τε τὸ ὄρος καὶ σχεδόν τι ἀπόρευτον ἦν, ἐπιστείλας ὥστε, ἐπειδὰν ἄγχι ἐς τὸν τοῦ ὄρους κολωνὸν ἵκωνται, ἐνταῦθα ἡσυχάζοντας τὸ λοιπὸν διανυκτερεύειν, ἅμα τε ἡλίῳ ἀνίσχοντι καθύπερθεν φαινομένους τῶν πολεμίων καὶ τὰ σημεῖα ἐνδεικνυμένους βάλλειν. [18] δὲ κατὰ ταῦτα ἐποίει. καὶ ἐπεὶ πόρρω ἦν τῶν νυκτῶν, διὰ τοῦ κρημνώδους ἐγγὺς τοῦ σκοπέλου ἀφικόμενοι μὴ ὅτι Μαυρουσίους, ἀλλὰ καὶ Ῥωμαίους ἅπαντας ἔλαθον: [19] ἐς προφυλακὴν γὰρ τῷ λόγῳ ἐστέλλοντο, μή τις ἔξωθεν ἐς τὸ στρατόπεδον κακουργήσων ἴοι. ὄρθρου δὲ βαθέος Σολόμων παντὶ τῷ στρατῷ κατὰ τοῦ Βουργάωνος τὰ ἔσχατα ἐπὶ τοὺς πολεμίους ἀνέβαινε. [20] καὶ ἐπειδὴ πρωῒ ἐγεγόνει ἐγγύς τε οἱ πολέμιοι καθεωρῶντο, οὐκέτι γυμνήν, ὥσπερ τὸ πρότερον, οἱ στρατιῶται τὴν τοῦ ὄρους ὑπερβολὴν ὁρῶντες, ἀλλὰ ἀνδρῶν τε ἀνάπλεων καὶ σημεῖα Ῥωμαϊκὰ ἐνδεικνυμένων ῾ἤδη γὰρ καὶ ὑπέφαινέ τι ἡμέρας᾿ διηποροῦντο. [21] ἐπεὶ δὲ τῶν χειρῶν οἱ ἐν τῇ ἄκρᾳ ἦρχον, οἵ τε Ῥωμαῖοι τὸ στράτευμα οἰκεῖον εἶναι καὶ οἱ βάρβαροι ἐν μέσῳ τῶν πολεμίων γεγονέναι ᾐσθάνοντο, βαλλόμενοι δὲ ἑκατέρωθεν, καὶ οὐ παρὸν σφίσι τοὺς πολεμίους ἀμύνεσθαι, ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, ἐς φυγὴν δὲ αὐτίκα [p. 312] ξύμπαντες ὥρμηντο. [22] οὔτε δὲ ἐς τοῦ Βουργάωνος τὴν ὑπερβολὴν ἀναδραμεῖν ἔχοντες, πρὸς τῶν πολεμίων κατεχομένην, οὔτε ἐς τὸ ὁμαλὲς διὰ τοῦ πρόποδός πη ἰέναι, ἐνθένδε σφίσιν ἐπικειμένων τῶν ἐναντίων, ἔς τε τὴν νάπην καὶ ἐς τῶν σκοπέλων τὸν ἕτερον δρόμῳ πολλῷ ᾔεσαν, οἱ μὲν αὐτοῖς ἵπποις, οἱ δὲ καὶ πεζῇ. [23] ἅτε δὲ ὅμιλος πολὺς ἐν φόβῳ καὶ θορύβῳ μεγάλῳ φεύγοντες, σφᾶς τε αὐτοὺς ἔκτεινον καὶ ἐς τὴν νάπην βαθεῖαν κομιδῆ οὖσαν ἐσπίπτοντες ἀεὶ οἱ πρῶτοι ἔθνησκον, τοῖς μέντοι ὄπισθεν ἰοῦσιν οὐ παρείχοντο τοῦ κακοῦ αἴσθησιν. [24] ἐπεὶ δὲ τῶν τεθνεώτων ἵππων τε καὶ ἀνθρώπων νάπη ἔμπλεως γενομένη διάβασιν ἐκ τοῦ Βουργάωνος ἐς ὄρος ἐποίει τὸ ἕτερον, ἐνταῦθα ἐσώζοντο οἱ ὑπολειπόμενοι, διὰ τῶν σωμάτων τὴν πορείαν ποιούμενοι. [25] ἀπέθανον δὲ ἐν τούτῳ τῷ πόνῳ Μαυρουσίων μὲν μυριάδες πέντε, ὡς αὐτῶν ἰσχυρίζοντο οἱ περιόντες, Ῥωμαίων δὲ τὸ παράπαν οὐδείς, οὐ μὴν οὐδὲ πληγήν τινα ἔλαβεν πρὸς τῶν πολεμίων τύχης αὐτῷ ξυμβάσης τινός, ἀλλ̓ ἀκραιφνεῖς πάντες τῆς νίκης ἀπώναντο ταύτης. [26] διέφυγον δὲ καὶ οἱ τῶν βαρβάρων ἡγούμενοι πάντες, πλήν γε δὴ ὅτι Ἐσδιλάσας πίστεις λαβὼν Ῥωμαίοις αὑτὸν ἐνεχείρισε. [27] γυναικῶν μέντοι καὶ παίδων λείαν τοσαύτην τὸ πλῆθος Ῥωμαῖοι εἷλον ὥστε προβάτου τιμῆς παῖδα Μαυρούσιον τοῖς ὠνεῖσθαι βουλομένοις ἀπέδοντο. [28] καὶ τότε Μαυρουσίων τοὺς ὑπολειπομένους γυναικῶν τῶν σφετέρων τὸ λόγιον ἐσῄει, ὡς ἄρα τὸ γένος αὐτοῖς πρὸς ἀνδρὸς ἀγενείου ὀλεῖται. [p. 314] [29] Τὸ μὲν οὖν Ῥωμαίων στράτευμα ξύν τε τῇ λείᾳ καὶ τῷ Ἐσδιλάσᾳ ἐς Καρχηδόνα ἐσήλαυνον τῶν δὲ βαρβάρων ὅσοις μὴ ἀπολωλέναι ξυμβέβηκεν, ἐν Βυζακίῳ μὲν ἱδρῦσθαι ἀδύνατα ἐδόκει εἶναι, ὅπως μὴ ὀλίγοι ὄντες πρὸς Λιβύων τῶν σφίσιν ὁμόρων βιάζωνται, ξὺν δὲ ἄρχουσι τοῖς σφετέροις εἰς Νουμιδίαν ἀφικόμενοι ἱκέται γίνονται Ἰαύδα, ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε. [30] μόνοι δὲ Μαυρουσίων ἐν Βυζακίῳ διέμειναν ὧν ἡγεῖτο Ἀντάλας, ὃς δὴ ἐν τούτῳ τῷ χρόνῳ τὴν ἐς Ῥωμαίους πίστιν φυλάξας κακῶν ἀπαθὴς ξὺν τοῖς ὑπηκόοις τοῖς αὑτοῦ ἔμεινεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: