diodorus
μὴ σύ γε, μηδ᾽ εἴ τοι πολὺ φέρτερος εἴδεται ὄσσων
ἀμφοτέρων, κλεινοῦ κοῦρε Μεγιστοκλέους,
κἢν στίλβῃ Χαρίτεσσι λελουμένος, ἀμφιδονοίης
τὸν καλὸν οὐ γὰρ ὁ παῖς ἤπιος οὐδ᾽ ἄκακος,
ἀλλὰ μέλων πολλοῖσι, καὶ οὐκ ἀδίδακτος ἐρώτων.
τὴν φλόγα ῥιπίζειν δείδιθι, δαιμόνιε.