asclepiades
εἰς ἀγορὰν βαδίσας, Δημήτριε, τρεῖς παρ᾽ Ἀμύντου
γλαυκίσκους αἴτει, καὶ δέκα φυκίδια: [p. 220]
καὶ κυφὰς καρῖδας (ἀριθμήσει δέ σοι αὐτός)
εἴκοσι καὶ τέτορας δεῦρο λαβὼν ἄπιθι.
καὶ παρὰ Θαυβορίου ῥοδίνους ἓξ πρόσλαβε .
καὶ Τρυφέραν ταχέως ἐν παρόδῳ κάλεσον.