rufinus
σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε, Βοῶπι,
ταῦρον ὑποζεύξας εἰς πόθον αὐτόμολον,
αὐτοθελῆ, πάνδουλον, ἑκούσιον, αὐτοκέλευστον,
αἰτήσοντα πικρὴν μήποτ᾽ ἐλευθερίην
ἄχρι, φίλη, πολιῆς καὶ γήραος: ὄμμα βάλοι δὲ
μήποτ᾽ ἐφ᾽ ἡμετέραις ἐλπίσι βασκανίη. [p. 140]