macedonius ii
ἕλκος ἔχω τὸν ἔρωτα: ῥέει δέ μοι ἕλκεος ἰχώρ,
δάκρυον, ὠτειλῆς οὔποτε τερσομένης.
εἰμὶ γὰρ ἐκ κακότητος ἀμήχανος, οὐδὲ Μαχάων
ἤπιά μοι πάσσει φάρμακα δευομένῳ.
Τήλεφός εἰμι, κόρη, σὺ δὲ γίνεο πιστὸς Ἀχιλλεύς
κάλλεϊ σῷ παῦσον τὸν πόθον, ὡς ἔβαλες.